1

 2

 3

 4

4

καλλωπιστοῦ, δυσείμων· ἀντὶ γαύρου καὶ ἀλα ζόνος, εὐτελὴς τὸ φαινόμενον· ἀντὶ χρυσορόφου, στενόχωρος· κάτω νεύων, ἀντὶ ὑψαύχενος. Ἐὰν οὕτω διανοῇ, καὶ οὕτω ποιῇς, ἔσται σοι ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, τά τε ἄλλα καὶ τὸν τούτων

Ιʹ. Ἀλλ' ἀπίωμεν ἤδη, καὶ τῷ καιρῷ τὰ εἰκότα συν εορτάσοντες. Πάντα γὰρ εἰς καλὸν τῇ πανηγύρει συν τρέχει καὶ συναγάλλεται· ἴδε γὰρ οἷα τὰ ὁρώμενα. Ἡ βασίλισσα τῶν ὡρῶν τῇ βασιλίδι τῶν ἡμερῶν πομ πεύει, καὶ δωροφορεῖ παρ' ἑαυτῆς πᾶν ὅ τι κάλλι στον καὶ τερπνότατον. Νῦν οὐρανὸς διαυγέστερος· νῦν ἥλιος ὑψηλότερος καὶ χρυσοειδέστερος· νῦν σελήνης κύκλος φανότερος, καὶ ἀστέρων χορὸς καθαρώτερος. Νῦν αἰγιαλοῖς μὲν κύματα σπένδεται, ἡλίῳ δὲ νέφος, ἀέρι δὲ ἄνεμοι, γῆ δὲ φυτοῖς, φυτὰ δὲ ὄψεσι. Νῦν πηγαὶ διαυγέστερον νάουσι· νῦν δὲ ποταμοὶ δαψιλέστερον, τῶν χειμερίων δεσμῶν λυθέντες. Καὶ λειμὼν εὐωδεῖ, καὶ φυτὸν βρύει, καὶ κείρεται πόα, καὶ ἄρνες ἐπισκιρτῶσι χλοεραῖς ταῖς ἀρούραις. Ἄρτι μὲν ναῦς ἐκ λιμένων ἀνάγεται σὺν κελεύσμασι, καὶ τούτοις ὡς τὰ πολλὰ φιλοθέοις, καὶ τῷ ἰστίῳ πτεροῦται· καὶ περισκιρτᾷ δελφὶς, ἀναφυσῶν ὡς ἥδιστον καὶ ἀναπεμπόμενος, καὶ παραπέμπει πλωτῆρας σὺν εὐθυμίᾳ. Ἄρτι δὲ γεωργὸς ἄροτρον πήγνυται, ἄνω βλέπων, καὶ τὸν καρποδότην ἐπικαλούμενος, καὶ ὑπὸ ζυγὸν ἄγει βοῦν ἀρότην, καὶ τέμνει γλυκεῖαν αὔλακα, καὶ ταῖς ἐλπίσιν εὐφραίνεται. Ἄρτι δὲ ποιμὴν καὶ βου 36.620 κόλος ἀρμόζονται σύριγγας, καὶ νόμιον ἐμπνέουσι μέλος, καὶ φυτοῖς καὶ πέτραις ἐνεαρίζουσιν. Ἄρτι δὲ φυτὸν φυτουργὸς θεραπεύει, καὶ ἰξευτὴς καλάμους οἰκοδομεῖ, καὶ ὑποβλέπει πτόρθους, καὶ περιεργάζεται πτερὸν ὄρνιθος. Καὶ ἀλιεὺς βυθοὺς διορᾷ, καὶ δίκτυον ἀνακαθαίρει, καὶ πέτρας ὑπερκαθέζεται.

ΙΑʹ. Ἄρτι μὲν ἡ φιλεργὸς μέλισσα, τὸ πτερὸν ἐκλύσασα, καὶ τῶν σίμβλων ἀπαναστᾶσα, τὴν ἑαυτῆς σοφίαν ἐπιδείκνυται, καὶ λειμῶνας ἐφίπταται, καὶ συλᾷ τὰ ἄνθη· καὶ ἡ μὲν φονεῖ τὰ κηρία, τὰς ἐξαγώνους καὶ ἀντιθέτους σύριγγας ἐξυφαίνουσα, καὶ τὰς εὐθείας ταῖς γωνίαις ἐπαλλάττουσα, ἔργον ὁμοῦ κάλλους καὶ ἀσφαλείας· ἡ δὲ τὸ μέλι ταῖς ἀποθήκαις ἐναποτίθεται, καὶ γεωργεῖ τῷ ξενίζοντι καρπὸν γλυκὺν καὶ ἀνήροτον. Ὡς ὄφελόν γε καὶ ἡμεῖς, ὁ Χριστοῦ μελισσὼν, καὶ τοιοῦτο λαβόντες σοφίας καὶ φιλοπονίας ὑπόδειγμα! Ἄρτι δὲ καλιὰν ὄρνις πήγνυται, καὶ ὁ μὲν ἐπανέρχεται, ὁ δὲ εἰσοικίζεται, ὁ δὲ περιίπταται, καὶ καταφωνεῖ τὸ ἄλσος, καὶ περιλαλεῖ τὸν ἄνθρωπον. Πάντα Θεὸν ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις· ἐπὶ πᾶσι γὰρ εὐχαριστεῖται δι' ἐμοῦ Θεός· καὶ οὕτως ὁ ἀκείνων ὕμνος, ἡμέτερος γίνεται, παρ' ὧν ἐγὼ τὸ ὑμνεῖν λαμβάνω. Νῦν μὲν γελᾷ πᾶν ζώων γένος, καὶ πᾶσαν αἴσθησιν ἐστιώμεθα. Νῦν δὲ ὑψαύχην ἵππος καὶ ἀγέρωχος, τοῖς οἴκοις δυσχεραίνων, καὶ τὰ δεσμὰ τυραννήσας, κροαίνει κατὰ πεδίον, καὶ ποταμοῖς ὡραΐζεται.

ΙΒʹ Τί τἄλλα; Νῦν μάρτυρες αἰθριάζουσι, καὶ πομπεύουσι, καὶ λαμπροῖς τοῖς βήμασι συγκαλοῦσι λαὸν φιλόχριστον. καὶ τοὺς ἄθλους δημοσιεύουσι. Τούτων εἷς ἐστι καὶ ὁ ἐμὸς στεφανίτης (ἐμὸς γὰρ, εἰ καὶ μὴ παρ' ἐμοὶ, πιπτέτω φθόνος, εἰδόσι λέγω), Μάμας ὁ περιβόητος, καὶ ποιμὴν, καὶ μάρτυς· ὁ πρότερον μὲν τὰς ἐλάφους ἀμέλγων κατεπειγομένας ἀλλήλων, ἵνα ξένῳ γάλακτι τραφῇ δίκαιος· νῦν δὲ ποιμαίνων λαὸν μητροπόλεως, καὶ τὸ ἔαρ ἐγκαινίζων σήμερον ταῖς πολλαῖς χιλιάσι τῶν πανταχόθεν ἐπειγομένων, διάφορόν τε ἀρετῆς κάλλεσι, καὶ ποιμέσιν ἄξιον, καὶ λόγοις ἐπινικίοις. Ἔτι δὲ συντομώτερον εἰπεῖν, νῦν ἔαρ 36.621 κοσμικὸν, ἔαρ πνευματικὸν, ἔαρ ψυχαῖς, ἔαρ σώμασιν, ἕαρ ὁρώμενον, ἔαρ ἀόρατον· οὗ κἀκεῖθεν μεταλάβοιμεν ἐνταῦθα καλῶς ἀμειφθέντες, καὶ καινοὶ πρὸς τὸν καινὸν βίον παραπεμφθείημεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πᾶσα δόξα, τιμὴ, καὶ κράτος σὺν ἁγίῳ Πνεύματι, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.