1
De deitate adversus Evagrium
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΕΑΥΤΟΥ ΧΕΙΡΟΤΟΝΙΑΝ ΠΡΟΣ ΕΥΑΓΡΙΟΝ ΠΕΡΙ ΘΕΟΤΗΤΟΣ
Ἦλθε καὶ ἐφ' ἡμᾶς ἡ τῆς πνευματικῆς ἑστιάσεως λειτουργία μετέχειν
μᾶλλον ἑτέρων ἢ ἑαυτοὺς παρέχειν ἄλλοις ὄντας ἐπιτηδείους. καίτοι γε ἔγωγε καὶ παντελῶς ἠξίουν ἀτελὴς εἶναι τῶν τοιούτων φόρων διὰ τὴν τοῦ λέγειν πενίαν κατά τινα νόμον συμποτικόν· ἀκούω γὰρ τοὺς ἁβροτέρους τὴν δίαιταν ὅταν ἐκ περιόδου τῷ κοινῷ συσσιτίῳ τὰς εὐωχίας παρασκευά ζωσιν, εἴ τις ἐκ τοῦ καταλόγου τῶν δαιτυμόνων πενέστερος εἴη, τοῦτον ἐκ κοινῆς συνθήκης ἀτελῆ σύνδειπνον ἔχειν. οὕτω καὶ αὐτὸς ἐβουλόμην ἐπισίτιος εἶναι τῆς τῶν πλουσίων τρυφῆς. ἀλλ' ἐπειδὴ ὁ καλός τε καὶ πλούσιος ἑστιάτωρ οὗτος οὐδὲ ἡμῶν φείδεται, διακονεῖν δὲ προστάττει, ἐρῶ πρὸς αὐτόν· Φίλε, χρῆσόν μοι τῶν σῶν ἄρτων· ἄρτους δὲ λέγω τὴν διὰ τῶν εὐχῶν συμμαχίαν. πῶς γὰρ ἔστι τοῖς πνευματι κοῖς τούτοις κηρίοις τὴν ἀκοὴν ὑμῶν ἐντρυφήσασαν πενιχρῷ καὶ πτωχεύοντι δεξιώσασθαι λόγῳ; καὶ τάχα καλῶς εἶχεν ὥσπερ ἐπὶ τῶν γυμνικῶν ἀγώνων (μόνων γὰρ τῶν ἰσχυόντων ἐν ἐκείνοις ἐστὶ τὸ στάδιον, οἱ δὲ λοιποὶ θέατρον γίνονται τῶν ἀγωνιζομένων), οὕτω καὶ εἰς τὸ πνευματικὸν τοῦτο 9.332 στάδιον μόνους τοὺς σφριγῶντας ἐν τῇ δυνάμει τῶν λόγων πρὸς τοὺς ἀγωνιστὰς ἀποδύεσθαι, εἰ δέ τις εἴη τῶν οἷος ἐγώ, ᾧ πολιὰ μὲν ἡ θρίξ, νωθρὰ δὲ ὑπὸ τοῦ χρόνου ἡ δύναμις, ὑπότρομος δὲ καὶ ὑποσκάζων ὁ λόγος, τοῦτον ἐᾶν τοῖς ἱδρῶσι τῶν ἀγωνιστῶν ἐπευφραίνεσθαι. οὔκουν μηκύνωμεν ὑμῖν, ἀδελφοί, τὸ προοίμιον ἐνασχολούμενοι τῷ θαύματι τῶν προλαβόντων. ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, ὁ δὲ κόρος ἀπὸ γλυκασμάτων ἐστί· τούτοις γὰρ ὑμᾶς ὁ προλα βὼν λόγος ἐτιθηνήσατο. τάχα οὖν ἄχρηστον κόρον ἐπιβάλλειν τῷ κόρῳ ἐπάνω τῶν χρυσῶν λόγων οἷόν τισι μολυβδίνοις νομίσμασι τὴν μνήμην ἐπιφορτίζοντα· πλὴν ὅτι συντελεῖ πολλάκις εἰς συνεργίαν κάλλους καὶ ἡ χείρων ὕλη καταμι χθεῖσα τῇ κρείττονι. ἐγγὺς ἡ ἀπόδειξις· ὁρᾷς τὸν ὑπὲρ κεφαλῆς τοῦτον ὄροφον, ὡς καλὸς ἰδεῖν, ὡς γλαφυρῶς ταῖς γλυφαῖς ἐπανθεῖ τὸ χρυσίον; οὗτος χρύσεος ὢν ὅλος τὴν ἐπιφάνειαν κύκλοις τισὶ πολυγώνοις κυάνῳ διακεχρισμένοις ὑποκεχάρακται. τί οὖν δὴ βούλεται τῷ τεχνίτῃ ἡ κύανος; ὡς ἄν, οἶμαι, τῷ ἐναλλάσσοντι τῆς χρόας ὁ χρυσὸς πλέον ἐκλάμ ποι. εἰ οὖν ἡ κύανος ἐμμιχθεῖσα τῷ χρυσῷ περικαλλεστέραν τὴν αὐγὴν ἀποδείκνυσιν, οὐκ ἄκαιρον ἴσως τῇ λαμπηδόνι τῶν προρρηθέντων λόγων καὶ τὴν ἡμετέραν παρεγγραφῆναι μελά νην. ἔτι ὑμῖν ἐν προοιμίοις ἀδολεσχοῦμεν, ἀλλ' ἀκούσατε. 9.333
Ἀκούω Μωυσέα τὸν μέγαν ὅτε τὴν σκηνὴν τοῖς Ἰσραηλί-ταις ἐπήγνυτο καὶ τὸν Βεσελεὴλ ἐκεῖνον, ὃς πνεύματι θείῳ τὴν σοφίαν ἔσχε τῆς ἀρχιτεκτονικῆς αὐτοδίδακτον, κοινῇ προθεῖναι τὴν φιλοτιμίαν πλουσίοις καὶ πένησι τῶν μὲν πλουσίων χρυσὸν καὶ πορφύραν καὶ τοὺς τιμίους τῶν λίθων ἐκλέγοντας, τῶν δὲ πενήτων ξύλα καὶ δέρματα καὶ τὰς τῶν αἰγῶν τρίχας οὐκ ἀποβάλλοντας. ἀλλ' οὐκ ἄκαιρος τῆς ἱστορίας ἴσως ἡ μνήμη· ὃ γάρ μου τὴν καρδίαν ὑπέδραμε νόημα, βούλομαι καὶ τῷ κοινῷ παραθέσθαι. πνεύματι θείῳ ὁ Βεσελεὴλ σοφὸς ἐξ ἰδιώτου ἐγένετο· οὕτω γὰρ ἡ ἱστορία φησίν. ἀκουέτω τοίνυν ὁ πνευματομάχος· ὁ θεῖον εἰπὼν τὸ πνεῦμα τὸ ἅγιον, οὗ ἡ ἐπίβασις οἷόν τι ἴχνος τὴν τῆς σοφίας χάριν τῇ ψυχῇ ἐνσημαίνεται, ἆρα καθυβρίζει τῇ τοῦ θείου προσηγορίᾳ τὴν ἀξίαν τοῦ πνεύματος; ἆρα μικρόν τι καὶ ταπεινὸν περὶ αὐτοῦ νοεῖν ὑποτίθεται ἤ τι τῶν ἐν τῇ κτίσει τῷ ὀνόματι τούτῳ σημαίνεται; μὴ ἐπίκτητον οἴεται τῷ πνεύματι τὴν θειότητα; μὴ διπλόην τινὰ καὶ σύνθεσιν περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον ἐννοεῖ; τάχα οὐκ ἔστι ταῖς