1

 2

 3

 4

3

ἡμῶν ἀντικαθίστανται πρὸς δὲ ἡμᾶς δυσμενῶς ἔχουσιν, ὥσπερ τι μεθόριον ἡμῶν τε καὶ τῶν πολεμίων γενόμενοι καὶ ἀμφότερά εἰσι καὶ οὐθέτερον οὔτε τὸν ὀρθὸν λόγον ὁμολογοῦσι καὶ αἱρετικοὶ ὀνομάζεσθαι ἀπαξιοῦσιν.

ὢ καινοῦ πράγματος· καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς τὸ ψεῦδος ἐπίσης ἐκπεπολέμηνται οἷόν τι δένδρον ἄρριζον ὧδε καὶ ὧδε πρὸς τὰς ἐναντίας ὁρμὰς εὐκόλως 9.337 μετακλινόμενοι. ἤκουσα τοῦ εὐαγγελιστοῦ Ἰωάννου ἐν ἀποκρύφοις πρὸς τοὺς τοιούτους δι' αἰνίγματος λέγοντος ὡς δέον ἀκριβῶς ζέειν ἢ ἀκριβῶς κατεψῦχθαι, ζέειν μὲν πάντως τῷ πνεύματι, κατεψῦχθαι δὲ τῇ ἁμαρτίᾳ· Ὄφελον γὰρ ἦσθα, φησί, ψυχρὸς ἢ ζεστός, τὸ δὲ μηθέτερον τούτων ὂν ἀμφοτέρων δὲ ἐφαπτόμενον ναυτιῶδές ἐστι καὶ πρὸς ἔμετον ἐπιτήδειον. τί οὖν τὸ αἴτιον τοῦ πάλαι μὲν ἐπὶ τῶν μαθητῶν διὰ τοῦ κυρίου πολὺ πλῆθος τῇ ἐκκλησίᾳ προσάγεσθαι, νυνὶ δὲ τοὺς μακροὺς καὶ περικαλλεῖς τῶν διδασκάλων λόγους παρατρέχειν ἀπράκτους; Ἐρεῖ τις ἴσως ὅτι τότε συνήργει τοῖς ἀποστόλοις τὰ ἐκ τῶν ἔργων θαύματα καὶ τὸ ἀξιόπιστον ὁ λόγος διὰ τῶν χαρισμά των εἶχε· φημὶ κἀγὼ μεγάλην εἶναι πρὸς τὸ πείθειν ῥοπὴν τὴν ἐκ τῶν ἔργων ἰσχύν. νυνὶ δὲ τί χρὴ τὰ γινόμενα ἡγεῖσθαι; ἢ οὐχ ὁρᾷς τὰ ὅμοια τῆς πίστεως θαύματα; οἰκειοῦμαι γὰρ τῶν ὁμοδούλων ἡμῶν τὰ κατορθώματα, οἳ τῷ αὐτῷ πνεύματι στοιχοῦντες ἐν τῇ δυνάμει τῶν ἰάσεων μαρτυροῦσι τῇ ἀληθείᾳ τοῦ λόγου ἄνδρες ἐξ ὑπερορίας ἥκοντες, πολῖται τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ ἐκ Μεσοποταμίας ὁρμώμενοι, ἐξελθόντες καὶ οὗτοι ἐκ τῆς γῆς καὶ τῆς συγγενείας αὐτῶν καὶ τοῦ κόσμου παντός, πρὸς τὸν οὐρανὸν βλέποντες, ἐκδημοῦντες τρόπον τινὰ τῆς ἀνθρωπίνης ζωῆς, ἄνω τῶν τῆς φύσεως παθημάτων ἱστάμενοι, τοσοῦτον ἐφαπτόμενοι τῆς ζωῆς ταύτης ὅσον ἐπάναγκες, τῷ δὲ πλείονι μέρει ταῖς ἀσωμάτοις 9.338 συμμετεωροποροῦσι δυνάμεσι, γηραιοὶ τὸ εἶδος, σεμνοὶ προσιδεῖν, πολιᾷ στίλβοντες, σιωπῇ κατησφαλισμένοι τὰ στόματα, λογομαχεῖν οὐκ εἰδότες, συζητεῖν οὐ μαθόντες. τοσαύτην ἔχουσι κατὰ τῶν πνευμάτων τὴν ἐξουσίαν ὡς προστάγματι μόνῳ τὸ δοκοῦν κατεργάζεσθαι καὶ ὑποχωρεῖν τὰ δαιμόνια οὐ συλλογισμῶν τέχναις ἀλλ' ἐξουσίᾳ τῆς πίστεως, οὐκ εἰς ἀπορίαν ἀντιφάσεως περιαγόμενα ἀλλ' εἰς τὸ σκότος τὸ ἐξώτερον ἀπελαυνόμενα. οὕτως οἶδεν ὁ Χριστιανὸς συλλογίζεσθαι, ταῦτα τῆς πίστεως ἡμῶν τὰ κατορθώματα. διὰ τί οὖν οὐ πείθομεν, εἰ πλεονάζει τῶν ἰαμάτων ἡ χάρις, εἰ περισσεύει ἡ διδασκαλία τοῦ λόγου, Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλε ται; διὰ τί οὐ γίνεται ἡ τῶν σῳζομένων προσθήκη; καὶ μή μέ τις ὑπονοείτω μικρὰν τὴν παροῦσαν ἡγεῖσθαι χάριν· ὁρῶ κομῶσαν τὴν ἄμπελον εὐθηνουμένην ταῖς κληματίσι καὶ τῷ καρπῷ πλεονάζουσαν, ὁρῶ κυμαινομένην τῷ πλήθει τῶν ἀσταχύων τὴν ἄρουραν· βαθὺ τὸ λήιον, ἁδρὸν τὸ δράγμα, πολὺς ὁ σπόρος. ἀλλὰ τί πάθω; ἀπλήρωτον ἔχων ἐν τοῖς τοιούτοις τὴν φύσιν τῷ πάθει τῶν φιλοπλούτων κατέχομαι. οὐδεὶς περιουσίας ὅρος τὴν ἐπιθυμίαν ἵστησι· τὸ ἀεὶ προσγινό μενον πρὸς τὸ πλέον ἐρεθίζει τὴν ὄρεξιν ὑπέκκαυμα τῆς τοῦ πλείονος ἐπιθυμίας γινόμενον. εὐφραίνει με τὰ ὁρώμενα 9.339 καὶ λυπεῖ τὰ μὴ ὁρώμενα, τοῖς παροῦσιν ἀγάλλομαι καὶ τοῖς ἀποῦσιν ἀλγύνομαι. καινόν τι πάθος ἐκ τῶν ἐναντίων σύμμικτον τὴν ψυχὴν περιέχει ἡδονῆς πρὸς λύπην συγκεκραμένης. ἐὰν πρὸς ὑμᾶς ἀναβλέψω, ὑμῖν ἐπαναπαύω τὸν πόθον, ἐὰν τὸ λεῖπον λογίσωμαι, οὐκ ἔχω ὅπως <οὐ> στενάξω τὴν συμφοράν· καὶ γὰρ ἀφέντες οἱ ἄνθρωποι τὸ κατατρυφᾶν τοῦ κυρίου καὶ ἐπὶ τῇ εἰρήνῃ τῆς ἐκκλησίας εὐφραίνεσθαι οὐσίας τινὰς τεχνολογοῦσι καὶ μεγέθη καταμετροῦσιν υἱὸν πατρὶ παραμετροῦντες καὶ τὸ περισσότερον τοῦ μέτρου τῷ πατρὶ χαριζόμενοι. τίς <ἂν> εἴποι αὐτοῖς ὅτι τὸ ἄποσον οὐ μετρεῖται, τὸ ἀειδὲς οὐ δοκιμάζεται, τὸ ἀσώματον οὐ σταθμίζεται, τὸ ἀόριστον οὐ συγκρίνεται, τὸ μὴ συγκρινό-μενον τὸν τοῦ πλείονος καὶ ἐλάττονος οὐκ ἐπιδέχεται λόγον; ἐκ γὰρ τῆς τῶν περάτων πρὸς ἄλληλα παραθέσεως τὸ πλέον ἐπιγινώσκομεν, οὗ δὲ τέλος