1

 2

 3

 4

1

De paradiso (recensio LF) [Sp.]

75a Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν. Νοήσωμεν, ἀκροαταί, ἀξίαν θεοῦ φυτείαν καὶ παράδεισον πρέποντα τῇ φιλοκαλίᾳ τοῦ τοιούτου καὶ τηλικούτου δημιουργοῦ. ἐν μὲν γὰρ τοῖς κατόπιν εἴρηται Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, ξύλον κάρπιμον σπεῖρον σπέρμα, ποιοῦν καρπόν· καὶ ἐγένετο οὕτως. ἐνταῦθα δὲ πάλιν λέγει Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδέμ. εἰ ἀπὸ τῶν κοινῶν ξύλων ἐνεπέπληστο ὁ παράδεισος, εἶχεν ἂν τὴν οἰκείαν σύστασιν ἀπὸ τῆς πρώτης γενέσεως τῶν φυτῶν, καὶ οὐκ ἐδεῖτο ἐξαιρέτου φυτείας τοῦ θεοῦ τὰ ἐν αὐτῷ ὕστερον ἀναφυέντα δένδρα. νῦν δὲ ἕτερα πολὺ διαφορώτερα καὶ τῷ εἴδει καὶ τῇ γεύσει τῶν προαναδοθέντων ἐκ τῆς γῆς αὐτομάτως τὰ ἐν τῷ παραδείσῳ ὕστερον ὑπ' αὐτοῦ τοῦ θεοῦ φιλοτεχνηθέντα παντοῖα γένη φυτῶν καθειστήκει, καὶ ὑπ' αὐτῆς δηλοποιεῖται σαφῶς τῆς γραφῆς. Καὶ ἐξανέτειλε, γάρ φησιν, ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν. ὥσπερ γὰρ τὸν ἄνθρωπον ἐξαιρέτου τῆς πλάσεως παρὰ τὰ λοιπὰ ζῷα ἠξίωσεν, οὕτω καὶ τὸ ἐνδιαίτημα τοῦ ἀνθρώπου76aτῆς ἰδίας αὐτοῦ χειρὸς ἔργον ἐποίησε, τόπον ἐπιλεξάμενος ὑπερφέροντα τῆς ὅλης κτίσεως καὶ διὰ τὸ ὕψος ἀνεπισκότητον, θαυμαστὸν τῷ κάλλει, ἀσφαλῆ τῇ θέσει, λαμπρὸν τῇ κατὰ πάντων ὑπεροχῇ καὶ τῷ καταλάμπεσθαι πάσαις ταῖς τῶν ἄστρων ἀνατολαῖς, ἀέρι διαυγεστάτῳ περιχεόμενον καὶ τὴν ἐκ τῶν ὡρῶν εὐκρασίαν ἡδίστην τε ἅμα καὶ βελτίστην ἔχοντα. ἐκεῖ οὖν ἐφύτευσεν ὁ θεὸς τὸν παράδεισον, ὅπου οὐκ ἀνέμων βία, οὐκ ἀμετρία ὡρῶν, οὐ χάλαζα, οὐ πρηστῆρες, οὐ λαίλαπες, οὐ σκηπτοί, οὐ χειμερινὴ πῆξις, οὐχ ὑγρότης ἠρινή, οὐ θερινὴ πύρωσις, οὐ φθινοπωρινὴ ξηρότης, ἀλλ' εὔκρατος καὶ εἰρηνικὴ συμφωνία τῶν ὡρῶν ἑκάστης τῷ ἰδίῳ κάλλει κεκοσμη μένης καὶ μὴ ἐπιβουλευομένης παρὰ τῆς γείτονος. οὔτε γὰρ τοῖς ἠρινοῖς κάλλεσι τὸ θέρος προτρέχον τυχὸν τοῦ ἰδίου καιροῦ ἐλυμαίνετο οὔτε πάλιν οἱ θερινοὶ καὶ μετοπωρινοὶ καρποὶ τῇ τοῦ ἀέρος ἀταξίᾳ πολλάκις προκαταφλεχθέντες ἐρρυΐσκοντο καὶ ἀπώλοντο· πᾶσαι δὲ τὸν τόπον ἐκεῖνον εὐτάκτως αἱ ὧραι περιεχόρευον ἀλλήλαις ὁμαλῶς καὶ ἀλύπως περιπλεκόμεναι καὶ συνδούμεναι, καὶ τὰ παρ' ἑαυτῆς ἑκάστη κατὰ τὸν ἴδιον καιρὸν δωροφοροῦσα ἐξαίρετα καὶ ἀνεπιβούλευτα. 77aκαὶ ἡ γῆ δὲ ἐκεῖσε πίων καὶ μαλακὴ καὶ ὅλως ῥέουσα γάλα καὶ μέλι καὶ πρὸς πᾶσαν καρπογονίαν ἐπιτηδεία, ὕδασι γονιμωτάτοις κατάρρυ τος· περικαλλῆ δὲ καὶ ἠδέα τὰ ὕδατα καὶ σφόδρα λεπτὰ καὶ διαφανῆ, πολὺ μὲν ἐκ τῆς ὄψεως ἔχοντα τὸ τερπνὸν πλέον δὲ τοῦ τερπνοῦ τὸ ὠφέλιμον παρεχόμενα.

Πρότερον μὲν οὖν αὐτὸν ἐδημιούργησε τὸν τόπον ἄξιον τῆς ὑποδοχῆς τῶν τοῦ θεοῦ φυτευμάτων, ἔπειτα δὲ ἐνεφύτευσεν αὐτῷ παντοδαπὰ κάλλη δένδρων ὄψιν τε ὁμοῦ χαριεστάτην καὶ ἀπόλαυσιν ἡδίστην τῷ ἀνθρώπῳ χαριζόμενα. πῶς σοι δυνηθῶ ὑπ' ὄψιν ἐναργῶς ἀγαγεῖν τὰ κάλλη τῆς πατρίδος, ὅθεν ἐκπέπτωκας, ἵνα περιαλγήσας ἀξίως ἐπὶ τῇ τούτων στερήσει δυνηθῇς ὀψέ ποτε ἐκ τῆς ἐξορίας ἀνακαλέσασθαι σεαυτὸν καὶ πρὸς ἐκεῖνα παλινδρομῆσαι τὰ βέβαια καλὰ καὶ τερπνὰ καὶ ἀμιγῆ τῶν φαύλων καὶ λυπηρῶν; εἰσὶ μὲν γὰρ κἀνταῦθα λειμῶνες εὐανθεῖς καὶ τὴν θέαν περικαλλεῖς, ἀλλὰ τὸ τούτων χαριέστατον τῇ διανοίᾳ φαντάσθητι. πῶς τὸ ῥόδον μετὰ τῆς ἀκάνθης ἐστὶν ὧδε κεκρυμμένον, ἔχον τὴν ἀηδίαν τῇ χάριτι σύνδρομον καὶ μονονουχὶ διαμαρτυρόμενον ἡμῖν ὅτι τὰ τερπνὰ πάντα τοῦ τῇδε βίου, ὦ ἄνθρωποι, τοῖς λυπηροῖς ἀναμέμικται. 78aτῷ ὄντι γὰρ οὐδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀκραιφνές, ἀλλὰ πάσῃ κο σμικῇ εὐφροσύνῃ εὐθὺς ἡ λύπη συμπαραπέπηγε· τῷ γάμῳ ἡ χηρεία, τῇ παιδοτροφίᾳ ἡ μέριμνα, τῇ εὐτεκνίᾳ ἡ ἀποβολή, ταῖς περιφανείαις αἱ ἀτιμίαι, ταῖς εὐημερίαις αἱ ζημίαι, ταῖς τρυφαῖς αἱ παρέσεις, ταῖς ὑγείαις αἱ ἀρρωστίαι. ἀνθηρὸν τὸ ῥόδον, ἀλλ' ἐμοὶ κατήφειαν ἐμποιεῖ· ὁσάκις γὰρ ἂν