1

 2

 3

1

De spiritu sancto

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΝΕΥΜΑ. Πᾶσαν ἑορτῆς ὑπόθεσιν φαιδροτέραν ὁ ∆αβὶδ δι' ἑαυτοῦ ἀπεργάζεται, τὴν πολυαρμόνιον ἐκείνην κιθά ραν προσφόρως ἀεὶ τῇ χρείᾳ μεθαρμοζόμενος. Οὐκ οῦν καὶ τὴν μεγάλην τῆς Πεντηκοστῆς ἑορτὴν φαι δρυνέτω ἡμῖν ὁ αὐτὸς Προφήτης, τῷ πλήκτρῳ τοῦ Πνεύματος ἐν ταῖς χορδαῖς τῆς σοφίας τὸ μέλος ἀνακρουόμενος. Εἰπάτω τοίνυν ἐκ τῆς ἐνθέου μελ ωδίας ἐκείνης, τὸ τῇ παρούσῃ χάριτι πρόσφορον, ὅτι ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.

Πρότερον χρὴ γνῶναι τὴν χάριν, ἥτις ἐστὶν, εἶθ' οὕτως τὴν κατάλληλον ἐκ τῆς προφητείας ἐφαρμόσαι τῇ ὑποθέ σει φωνήν· καί μοι δότε, καθὼς ἂν ᾖ δυνατὸν, διά τινος ἀκολούθου τάξεως διασαφῆσαι τὸν περὶ τούτων λόγον· Πεπλάνητο κατ' ἀρχὰς τὸ ἀνθρώπινον, πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν, καὶ καταλιπόντες τὸν τῆς κτίσεως Κύριον, οἱ μὲν τοῖς τοῦ κόσμου στοιχείοις δι' ἀπάτην ὑπέκυπτον, ἄλλοι δὲ τὴν τῶν δαιμό νων φύσιν ἐποιοῦντο σεβάσμιον, πολλοῖς δὲ τὸ Θεῖον ἐδόκει καὶ ἡ χειροποίητος τῶν εἰδώλων μορφὴ, οἷς βωμοί τε, καὶ ναοὶ, καὶ τελεταὶ, καὶ θυσίαι, καὶ τε μένη, καὶ ἀφιδρύματα, καὶ πάντα τὰ τοιαῦτα παρ' αὐτῶν ἀνετίθετο εἰς θεραπείαν τῶν ψευδωνύμων θεῶν. Εἶδε τοίνυν τῷ τῆς φιλανθρωπίας ὀφθαλμῷ τὴν τῆς φύσεως τῶν ἀνθρώπων διαφθορὰν ὁ ∆εσπότης τῆς φύσεως, καὶ διά τινος ἀκολουθίας ἀπὸ τῆς πλάνης ἐπανάγει τὴν ἀνθρωπίνην ζωὴν πρὸς τὴν τῆς ἀλη θείας ἐπίγνωσιν. Ὥσπερ γὰρ οἱ τοὺς ἐν λιμῷ χρονίῳ συντετηκότας, μετά τινος ἰατρικῆς ἐπιστήμης ἀνα λαμβάνοντες, οὐκ ἀθρόως ἐπὶ τὸν κόρον προάγου σι, φειδοῖ τῆς ἀσθενείας αὐτῶν· ἀλλὰ διὰ τῆς συμμέτρου τροφῆς ἀναληφθείσης αὐτοῖς τῆς δυνά μεως, τότε συγχωροῦσι κατ' ἐξουσίαν ἐμφορεῖσθαι 46.697 τοῦ κόρου· κατὰ τὸν αὐτὸν τρόπον τῷ φοβερῷ λιμῷ τῆς ἀνθρωπίνης φύσεως δαπανηθείσης, τεταμιευμένη γίνεται αὐτοῖς παρὰ τῆς οἰκονομίας ἡ τῆς τῶν μυστη ρίων τροφῆς μετουσία· ὥστε διά τινος ἀκολούθου τάξεως ἀεὶ τὸ τέλειον προσλαμβάνοντας, οὕτως ἐπὶ τὸ πέρας φθάσαι τῆς τελειότητος.

Τὸ μὲν γὰρ σῶζον ἡμᾶς ἡ ζωοποιός ἐστι δύναμις, ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος πιστευομένη. Οἱ δὲ τοῦ παντὸς ἀχώρητοι διὰ τὴν γεγενημένην αὐτοῖς ἐκ τοῦ λιμοῦ τῶν ψυχῶν ἀσθένειαν, πρότερον ἐκ τῆς πολυθεΐας ὑπὸ τῶν προφητῶν τε, καὶ τοῦ νόμου με τατεθέντες, εἰς μίαν θεότητα βλέπειν ἐθίζονται, καὶ ἐν τῇ μιᾷ θεότητι μόνην τὴν τοῦ Πατρὸς δύναμιν κα τανοοῦσιν, ἀχώρητοι, καθὼς εἶπον, ὄντες τῆς τελείας τροφῆς. Εἶτα διὰ τοῦ Εὐαγγελίου καὶ ὁ μονογενὴς Υἱὸς τοῖς διὰ τοῦ νόμου προτετελειωμένοις ἀπο καλύπτεται, μετὰ τοῦτο παραγίνεται ἡμῖν ἡ τελεία τῆς φύσεως ἡμῶν τροφὴ, τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐστιν ἡ ζωή. Αὕτη τῆς ἑορτῆς ἡ ὑπόθεσις· διὰ ταῦτα καλῶς ἔχει, χορευτὰς ἡμᾶς γενομένους τοῦ Πνεύμα τος, πείθεσθαι τῷ κορυφαίῳ τῆς πνευματικῆς ταύ της χοροστασίας ∆αβὶδ τῷ λέγοντι· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι, καθώς φησιν ὁ Ἀπόστολος.

Σήμερον γὰρ κατὰ τὴν ἐτήσιον τοῦ ἔτους περίοδον τῆς πεντηκοστῆς συμπληρουμένης, κατὰ τὴν ὥραν ταύτην, εἴγε περὶ τὴν τρίτην ὥραν τῆς ἡμέρας ἐσμὲν, ἐγένετο ἡ ἀνεκδιήγητος χάρις. Κατεμίχθη γὰρ πάλιν τοῖς ἀνθρώποις τὸ Πνεῦμα, ὅπερ πρότερον διὰ τὸ γενέσθαι σάρκα τὸν ἄνθρωπον τῆς φύσεως ἡμῶν ἀπεφοίτησε· καὶ διὰ τῆς βιαίας ἐκείνης πνοῆς, τῶν πνευματικῶν τῆς πονηρίας δυνάμεων, καὶ πάντων τῶν ῥυπαρῶν δαιμονίων ἀποσκεδασθέντων ἀπὸ τοῦ ἀέρος, ἐν τῇ καθόδῳ τοῦ Πνεύματος, πλήρεις τῆς θείας δυνάμεως, ἐν εἴδει πυρὸς, οἱ ἐν τῷ