1

 2

 3

2

ὑπερῴῳ καταλειφθέντες ἐγένοντο· οὐδὲ γάρ ἐστι δυνατὸν ἄλλως μέτοχον Πνεύματος ἁγίου γενέσθαι τινὰ, μὴ τῷ ὑπερῴῳ τῆς ζωῆς ταύτης ἐνδιαιτώμενον. Ὅσοι γὰρ τὰ ἄνω φρονοῦσι, μεταθέντες ἑαυτῶν ἀπὸ γῆς εἰς οὐρανὸν τὸ πολίτευμα, τοῦ ὑπερῴου τῆς ὑψηλῆς πολιτείας ὄντες οἰκήτορες, ἐν μετουσίᾳ τοῦ ἁγίου Πνεύματος γίνονται. Οὕτω γάρ φησιν ἡ ἱστορία τῶν Πράξεων, ὅτι συνηγμένων αὐτῶν ἐν τῷ ὑπερῴῳ, τὸ καθαρὸν ἐκεῖνο καὶ ἄϋλον πῦρ εἰς εἴδη γλωσσῶν, κατὰ τὸν ἀριθμὸν τῶν μαθητῶν, διασχίζεται. Ἐκεῖνοι μὲν οὖν Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, καὶ τοῖς λοιποῖς ἔθνεσι διελέγοντο, κατ' ἐξουσίαν πρὸς πᾶσαν ἐθνικὴν γλῶσσαν τὰς ἑαυτῶν φωνὰς μεθαρμόζοντες· Ἐγὼ δὲ, καθώς φησιν ὁ Ἀπόστολος, θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους ὠφελήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. Τότε μὲν χρήσιμον τὸ ὁμόφωνον γίνεσθαι τοῖς ἀλλογλώσσοις, ὡς ἂν μὴ ἀνενέργητον εἴη τὸ κήρυγμα τοῖς ἀγνοοῦσι, τῇ φωνῇ τῶν κηρυσσόντων ἐμποδιζόμενον· νῦν μέντοι τῆς κατὰ τὴν γλῶσσαν ὁμοφωνίας 46.700 οὔσης, ἐπιζητῆσαι χρὴ τὴν πυρίνην γλῶσσαν τοῦ Πνεύματος εἰς φωτισμὸν τῶν δι' ἀπάτης ἐσκοτισμένων.

Οὐκοῦν καὶ πρὸς τοῦτο ἡμᾶς ὁδηγησάτω ∆αβὶδ, συγχορεύοντα λαβὼν ἑαυτῷ τὸν Ἀπόστολον. Ἐν γὰρ τῇ ψαλμῳδίᾳ ταύτῃ, ἧς ἡ ἀρχὴ τὸ ἀγαλλίαμα ἡμῖν τὸ ἐπὶ τῷ Κυρίῳ χαρίζεται, λέγουσα· ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, οὐ διὰ τούτου πρὸς τὴν τοῦ ἁγίου Πνεύματος ὁδηγούμεθα δοξολογίαν· ἀλλὰ πολὺ μᾶλλον ἐν τοῖς ὑπολοίποις τὰ περὶ τῆς θεότητος αὐτοῦ διδασκόμεθα. Λέξω δὲ ὑμῖν αὐτὰ τοῦ Προφήτου τὰ ῥήματα, οἷς συντίθεται καὶ ὁ μέγας Ἀπόστολος· ἔχει δὲ ἡ ῥῆσις οὕτως· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Τούτων μεμνημένος ὁ θεῖος Ἀπόστολος, οὕτω φησί· ∆ιὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τοῦτο εἰπὼν, ταύτας τοῦ Προφήτου τὰς ῥήσεις ἐπήγαγεν, ἐφαρμόζων αὐτὰς τῷ προσώπῳ τοῦ Πνεύματος. Τίς οὖν ἐστιν, ὃν ἐπείρασαν οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ; τίς, ὃν παρώργισαν; Μάθε παρ' αὐτοῦ τοῦ Προφήτου, ὅς φησιν, ὅτι· Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον. Ἀλλὰ μὴν ὁ Ἀπόστολος προτάξας τὸ πρόσωπον τοῦ ἁγίου Πνεύματος, ἐκείνῳ ταύτας τὰς φωνὰς ἀνατίθησι, λέγων· ∆ιὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Οὐκοῦν ὃν ὕψιστον Θεὸν ὁ Προφήτης κατωνόμασε, τοῦτον ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα τὸ ἅγιον εἶναι λέγει. Εἰ δὲ ἀπιστεῖς, πάλιν τὸ εἰρημένον ἐπίσκεψαι· ∆ιὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Εἰ οὖν τὸ Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι· Ἐπείρασάν με οἱ πατέρες ὑμῶν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Προφήτης διαμαρτύρεται, ὅτι ὁ ἐν τῇ ἐρήμῳ πειρασθεὶς, ὕψιστός ἐστι Θεός· ἐνεφράγη τὰ στόματα τῶν Πνευματομάχων, τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ ἀδικίαν, σαφῶς τοῦ τε Ἀποστόλου καὶ τοῦ Προφήτου διὰ τῶν εἰρημένων τὴν θεότητα κηρυσσόντων τοῦ Πνεύματος· τοῦ μὲν εἰπόντος, ὅτι, Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον, καὶ ὡς παρὰ τοῦ Θεοῦ τοῖς Ἰσραηλίταις προφέροντος τὴν ῥῆσιν ἐκείνην, ὅτι, Ἐν τῇ ἐρήμῳ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· τοῦ δὲ μεγάλου Παύλου τῷ ἁγίῳ Πνεύματι ταύτας τὰς φωνὰς ἐφαρμόσαντος, ὡς διὰ τούτων ἐναργῶς ἀποδειχθῆναι, ὅτι Θεὸς ὕψιστος τὸ Πνεῦμά ἐστι τὸ ἅγιον. Ἆρα βλέπουσιν οἱ ἐχθροὶ τῆς δόξης τοῦ Πνεύματος τὴν πυρίνην γλῶσσαν τῶν θείων λογίων τὴν τὰ κεκρυμ 46.701 μένα φωτίζουσαν, ἢ ὡς πεπληρωμένων τοῦ γλεύκους καταγελάσουσιν; Ἐγὼ δὲ κἂν ταῦτα λέγωσι καθ' ἡμῶν, συμβουλεύω ὑμῖν, ἀδελφοὶ, μὴ φοβηθῆναι τὸν ὀνειδισμὸν τῶν τοιούτων, μηδὲ τῷ φαυλισμῷ αὐτῶν ἡττηθῆναι.