1

 2

 3

1

In luciferam sanctam domini resurrectionem

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΦΩΤΟΦΟΠΟΝ ΚΑΙΑΓΙΑΝ ΑΝΑΣΤΑΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ

Εὐλόγητος ὁ θεός. εὐφημήσωμεν σήμερον τὸν μονογενῆ θεὸν τὸν τῶν

οὐρανίων γεννήτορα, τὸν τῶν κρυφίων λαγόνων τῆς γῆς ὑπερκύψαντα καὶ ταῖς φαεσφόροις ἀκτῖσι τὴν ὅλην οἰκουμένην ἀποσκιάσαντα. εὐφημήσωμεν σήμερον τὴν ταφὴν τοῦ μονογενοῦς, τὴν ἀνάστασιν τοῦ νικητοῦ, τὴν χαρὰν τοῦ κόσμου, τὴν ζωὴν τῶν ἐθνῶν τοῦ κόσμου. εὐφημήσωμεν σήμερον τὸν τὴν ἁμαρτίαν ἐνδυσάμενον. εὐφημήσωμεν σήμερον τὸν θεὸν λόγον, ὃς τὴν τοῦ κόσμου σοφίαν ἤλεγξε, τῶν προφητῶν τὴν πρόρρησιν ἐκύρωσε, τῶν ἀποστόλων τὸν σύνδεσμον συνήθροισε, τῆς ἐκκλησίας τὴν κλῆσιν, τοῦ πνεύματος τὴν χάριν ἀφήπλωσε. ἰδοὺ γὰρ ἡμεῖς οἵ ποτε ξένοι ὄντες τῆς τοῦ θεοῦ ἐπιγνώσεως τὸν θεὸν ἐπέγνωμεν καὶ τὸ γεγραμμένον πεπλήρωται· Μνησθήσονται καὶ ἐπι στραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. τί μνησθήσονται; τὴν παλαιὰν πτῶσιν, τὴν νέαν ἀνάστασιν, τὴν ἀρχαίαν παράβασιν καὶ τὴν ὕστερον διόρθωσιν, τὴν θνῆσιν τῆς Εὔας, τῆς παρθένου τὴν γέννησιν, τῶν ἐθνῶν τὴν ἐπανόρθωσιν, τῶν ἁμαρτωλῶν τὴν ἄφεσιν, τῶν προφητῶν τὴν πρόρρησιν, τῶν ἀποστόλων τὸ κήρυγμα, τῆς κολυμβήθρας 9.316 τὴν ἀναγέννησιν, τοῦ παραδείσου τὴν εἰσοίκησιν, τῶν οὐρανῶν τὴν ἐπάνοδον, τὸν δημιουργὸν ἀναστησάμενον, τὸν τὴν ἀπρέπειαν ἀποδυσάμενον, τὸν τῇ θεϊκῇ μεγαλουργίᾳ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταλλεύσαντα. καὶ ποίαν ἀπρέ πειαν ἀπέθετο; ἣν Ἠσαΐας εἶπε· Καὶ εἴδομεν αὐτόν, φησί, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Πότε ἦν ἄτιμος; ὅτε τοῖς ἀλιτηρίοις Ἰουδαίοις προσωμίλει καὶ Σαμαρίτης καὶ δαιμόνιον ἔχων ἐκαλεῖτο, ὅτε Ἰούδας ὁ Ἰσκαριώτης καὶ τὰ τοῦ σκότους γεννήματα πρὸς φόνον ἐκράτουν τὸν ἀχώρητον. οὐκ ἀσκόπως ἔλεγεν αὐτοῖς Ἰωάννης· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ὄντως γὰρ ἡ ὀργὴ τοῦ θεοῦ μενεῖ ἐπ αὐτούς. Πότε ἦν ἄτιμος; ὅτε τὸ βλάστημα τῆς ἐπιεικείας ῥαπίσμασι ἐλάμβανον καὶ μεθ ὅρκων ἠρώτων τὸν τῶν ὅρκων δικαστὴν ὑπάρχοντα. Πότε ἦν ἄτιμος; ὅτε ἐδικάζετο ὁ δικαστὴς καὶ ἐκρίνετο ὁ κριτὴς τοῦ κόσμου, ὁ οἰκέτης ἠρώτα καὶ ὁ δεσπότης ἐσιώπα, τὸ φῶς ἡσύχαζε καὶ τὸ σκότος ἐγαυρία, τὸ πλάσμα ἐθρασύνετο καὶ ὁ δημιουργὸς ἐκαρτέρει. Πότε ἦν ἄτιμος; ὅτε οἱ ταῦροι ἐκεράτιζον καὶ ὁ μόσχος παρίστατο, ὅτε ὁ λέων ὠρύετο καὶ οἱ ταῦροι ἐγαυρύνοντο καθὼς γέγραπται· Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Πότε ἦν ἄτιμος; ὅτε οἱ κύνες ὑλάκτουν καὶ ὁ δεσπότης ἠνείχετο, ὅτε οἱ λύκοι ἥρπαζον καὶ τὸ πρόβατον παρίστατο, 9.317 ὅτε ὁ λῃστὴς εἰς ζωὴν ἐκαλεῖτο, ἡ δὲ ζωὴ τοῦ κόσμου εἰς θάνατον εἵλκετο, ὅτε ἐβόων ἐκείνην τὴν ἄτακτον καὶ ὀλέθριον φωνὴν Ἆρον, ἆρον, σταύρωσον αὐτόν, Τὸ αἷμα αὐτοῦ ἐφ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, οἱ κυριοκτόνοι, οἱ προφητοκτόνοι, οἱ θεομάχοι, οἱ μισόθεοι, οἱ τοῦ νόμου ὑβρισταί, οἱ τῆς χάριτος πολέμιοι, οἱ ἀλλότριοι τῆς πίστεως τῶν πατέρων, οἱ συνήγοροι τοῦ διαβόλου, τὰ γεννήματα τῶν ἐχιδνῶν, οἱ ψιθυρισταί, οἱ κατάλαλοι, οἱ ἐσκοτισμένοι τῇ διανοίᾳ, ἡ ζύμη τῶν Φαρισαίων, τὸ συνέδριον τῶν δαιμόνων, οἱ ἀλάστορες, οἱ πάμφαυλοι, οἱ λιθασταί, οἱ μισόκαλοι. εἰκότως γὰρ ἔκραζον· Ἆρον, ἆρον, σταύρωσον αὐτόν. ἐβάρει γὰρ αὐτοὺς ἡ ἐπιδημία τῆς θεότητος μετὰ σαρκὸς καὶ ἐλυπεῖτο τὸν ἔλεγχον ὁ τρόπος· ἔθος γὰρ ἁμαρτωλοῖς μισεῖν τὴν τῶν δικαίων συντυχίαν. Πότε ἦν ἄτιμος; ὅτε αὐτὸν