1

 2

 3

 4

 5

 6

 7

 8

1

De Christi divinitate

Εἰς τὸν παραλυτικὸν, τὸν τὰ τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, καὶ εἰς τὸ ὅτι Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.

Λόγος δωδέκατος. 48.801 αʹ. Εὐλογητὸς ὁ Θεός· καθ' ἑκάστην σύναξιν αὐξανομένην ὁρῶ τὴν ἄρουραν, κομῶντα τὰ λήϊα, πεπληρωμένην τὴν ἅλωνα, πληθύνοντα τὰ δράγματα. Καί 48.802 τοι γε οὐ πολλὰς ἡμέρας ἔχομεν, ἐξ οὗ τὸν σπόρον τοῦτον κατεβάλομεν, καὶ ἰδοὺ πλούσιος ἡμῖν εὐθέως ὁ στάχυς τῆς ὑπακοῆς ἐβλάστησεν. Ὅθεν δῆλον, ὅτι οὐκ ἀνθρωπίνη δύναμις, ἀλλὰ θεία χάρις ταύτην γεωργεῖ τὴν Ἐκκλησίαν. Καὶ γὰρ τοιαύτη ἡ φύσις 48.803 τοῦ σπόρου τοῦ πνευματικοῦ· οὐκ ἀναμένει χρόνον, οὐ περιμένει πλῆθος ἡμερῶν, οὐκ ἐκδέχεται περιόδους μηνῶν, οὐδὲ ὥρας καὶ καιροὺς καὶ ἐνιαυτούς· ἀλλ' ἔστιν ἐν ἡμέρᾳ μιᾷ καταβαλόντα τὰ σπέρματα μεστῷ καὶ πεπληρωμένῳ τῷ βραχίονι τοῦτον ἀμῆσαι τὸν ἀμητόν. Οἱ μὲν γὰρ τὴν αἰσθητὴν ταύτην ἀνατέμνοντες γῆν, πολλῆς δέονται τῆς πραγματείας, καὶ μακρᾶς τῆς ἀναβολῆς. Καὶ γὰρ καὶ βοῦς ἀροτῆρας ὑπὸ τὴν ζεύγλην ἄγειν ἀναγκάζονται, καὶ βαθεῖαν αὔλακα τέμνειν, καὶ δαψιλῆ τὰ σπέρματα καταβάλλειν, καὶ τὴν ἐπιφάνειαν ἐξομαλίσαι τῆς γῆς, καὶ τὰ καταβληθέντα πάντα περιστεῖλαι, καὶ ἀναμεῖναι συμμέτρους ὄμβρων φορὰς, καὶ πολλὰ ἕτερα φιλοπονῆσαι, καὶ πολὺν ἐκδέχεσθαι χρόνον, καὶ τότε τοῦ τέλους ἐπιτυχεῖν. Ἐνταῦθα δὲ καὶ ἐν θέρει καὶ ἐν χειμῶνι καὶ σπείρειν καὶ ἀμᾶσθαι ἔνι, καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ πολλάκις ἀμφότερα γέγονε, καὶ μάλιστα ὅταν λιπαρὰ καὶ πίων τύχῃ οὖσα ἡ γεωργουμένη ψυχή· ὃ δὴ καὶ ἐφ' ὑμῶν ἔστιν ἰδεῖν· διὸ καὶ ἡμεῖς πρὸς ὑμᾶς προθυμότερον τρέχομεν· ἐπεὶ καὶ γεωργὸς ἐκείνην ἐργάζεται τὴν ἄρουραν ἐπιτήδειον, ἀφ' ἧς τὴν ἅλωνα πολλάκις ἐνέπλησεν. Ἐπεὶ οὖν καὶ ὑμεῖς ἐξ ὀλίγου πόνου πολλὴν ἡμῖν παρέχετε τὴν πρόσοδον, μετὰ πολλῆς τῆς προσοχῆς τῆς γεωργίας ἁπτόμεθα ταύτης, καὶ τῶν πρότερον εἰρημένων τὰ λείψανα ὑμῖν κομίσοντες ἥκομεν. Τότε μὲν οὖν ἀπὸ τῆς Παλαιᾶς τὸν λόγον ὑφήναμεν τὸν περὶ τῆς δόξης τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· νυνὶ δὲ ἀπ' αὐτῆς τὸ αὐτὸ τοῦτο ποιήσομεν· τότε οὖν ἐλέγομεν, ὅτι ὁ Χριστὸς ἔλεγεν· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· νυνὶ δὲ λέγομεν, ὅτι εἶπε Μωϋσῆς· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. Ὥσπερ γὰρ ὁ Χριστὸς πρὸς τὸν Μωϋσέα παραπέμπει, ἵνα δι' ἐκείνου πρὸς ἑαυτὸν ἐπισπάσηται, οὕτως ὁ Μωϋσῆς τῷ διδασκάλῳ παραδίδωσι τοὺς μαθητὰς, κελεύων αὐτῷ κατὰ πάντα πείθεσθαι. Πειθώμεθα τοίνυν οἷς ἂν ποιῇ καὶ λέγῃ, τοῖς τε ἄλλοις ἅπασι, καὶ τούτῳ τῷ σήμερον ἀναγνωσθέντι ἡμῖν σημείῳ. Τί δὲ τοῦτό ἐστιν, Ἦν, φησὶν, ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις προβατικὴ κολυμβήθρα, ἡ λεγομένη Ἑβραϊστὶ Βηθεσδᾶ, πέντε στοὰς ἔχουσα· εἰς ἣν λόγος ἔχει παραγινόμενον ἄγγελον κατὰ καιρὸν καταδύεσθαι, καὶ τοῦτο γινώσκεσθαι διὰ τὴν τοῦ ὕδατος κίνησιν· τὸν οὖν πρῶτον ἐμβάντα μετὰ τὸν ἐν τῷ ὕδατι κλύδωνα ὑγιῆ γίνεσθαι, ὁτιδήποτε ἀῤῥώστημα ἔχοντα. Ἐν ταύταις οὖν κατέκειτο ταῖς στοαῖς πλῆθος ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Τίνος οὖν ἕνεκεν τὰ Ἱεροσόλυμα συνεχῶς ὁ Χριστὸς καταλαμβάνει, καὶ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τοῖς Ἰουδαίοις; Ἐπειδὴ τότε τὸ πλῆθος συνελέγετο, καὶ τὸν τόπον ἐκεῖνον καὶ τὸν καιρὸν παρετήρει, ὥστε ἐπιλαβέσθαι τῶν ἀσθενούντων. Οὐ γὰρ