1

 2

 3

 4

 5

1

De remissione peccatorum

Εἰς τὸ, "Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ·" καὶ περὶ τῆς παραβολῆς τῶν ἑκατὸν προβάτων· καὶ εἰς τὸ ῥητὸν τοῦ εὐαγγελιστοῦ, "Ἐὰν δύο συμφωνήσωσι," καὶ τὰ ἑξῆς· καὶ εἰς τὸ, "Ποσάκις ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ;"

60.759 Μίαν ἔχουσα ἡ πηγὴ τοῦ ὕδατος τὴν φύσιν, πολλοῖς καὶ διαφόροις ἐμψύχοις

τὸ ἴαμα τῆς δίψης χαρίζεται. Καὶ γὰρ βουκόλια καὶ ποιμνίων ἀγέλαι πρὸς αὐτὴν κατατρέχουσαι, ποτὸν λαμβάνουσι, καὶ τετραπόδων σύνοδος καὶ κυκλοφόρων θηρίων ποικιλόμορφα γένη πρὸς αὐτὴν ἐπειγόμενα, ἐκεῖθεν ὑδρεύονται καὶ πετεινῶν πολυάριθμα πλήθη πρὸς αὐτὴν καθιπτάμενα καὶ τὸ ὕδωρ ἀντλοῦντα, τοῦ δίψους τὸν καύσωνα ἐκεῖθεν ἐκλύουσι. Καὶ οὐ μόνον ἡ πηγὴ τὴν τῶν ἀλόγων χρείαν πληροῖ, ἀλλὰ γὰρ καὶ λογικῶν ἀνθρώπων τὴν τοῦ τόπου πλουσίαν χάριν ἐκ λαγόνων βλαστάνει· καὶ πᾶσα φύσις ἑρπετῶν καὶ πετεινῶν καὶ τετραπόδων καὶ λογικῶν ἀνθρώπων ἐκ μιᾶς πηγῆς ἀντλοῦντα τὸ ὕδωρ χορτάζεται. Τοιαύτη ἐστὶν ἡ τῶν θείων Γραφῶν διδασκαλία, ἀγαπητοὶ, μία τυγχάνουσα. Ἐπειδὴ γὰρ καὶ ἐκ μιᾶς τῆς τοῦ Θεοῦ σοφίας τὴν ἀπόῤῥροιαν ἔχει, πολλὰς δὴ καὶ διαφόρους τῶν ἀνθρώπων καρδίας σοφίζει. Καὶ ἐκεῖθεν οἱ διδάσκαλοι σοφίζονται, οἱ μαθηταὶ ῥυθμίζονται, αἱ Ἐκκλησίαι μυρίζονται, οἱ διψῶντες ποτίζονται, οἱ ἐσκοτισμένοι φωτίζονται. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, ἐκ τοῦ ἀρτίως ἡμῖν ἀναγνωσθέντος Εὐαγγελίου ῥᾴδιόν ἐστι τὸ πρᾶγμα μαθεῖν.

Τί γὰρ ἔλεγεν ὁ Κύριος; Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ. Μία ἐστὶν ἡ φωνὴ, καὶ πολυσχεδῶς πρὸς τὴν ἑκάστου χρείαν καὶ ὠφέλειαν μεριζομένη· μία ἐστὶν ἡ φωνὴ, καὶ ἀρτίζει γέρουσι καὶ νεωτέροις, καὶ γυναιξὶ καὶ παρθένοις καὶ ἀνδράσι, καὶ μαθηταῖς καὶ διδασκάλοις. Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ. Σοὶ δέδωκε τὴν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν· σαυτὸν ἔδησας τῇ σειρᾷ τῆς φιλαργυρίας, σαυτὸν λῦσον τῇ ἐντολῇ τῆς φιλοπτωχίας· σαυτὸν ἔδησας τῷ οἴστρῳ τῶν ἡδονῶν, σαυτὸν λῦσον τῇ σωφροσύνῃ· σαυτὸν ἔδησας τῇ Εὐνομίου κακοπιστίᾳ, σαυτὸν λῦσον τῇ τῆς ὀρθοδοξίας εὐσεβείᾳ. Οἱ διδάσκαλοι, δήσατε τὰ Εὐνομίου καὶ Ἀρείου καὶ Μαραθωνίου μαθήματα, καὶ λύσατε ἡμῖν τὰ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐν Εὐαγγελίοις νοήματα· δήσατε τοὺς κατὰ τῶν πιστῶν στρατευομένους δαίμονας ταῖς πρὸς Θεὸν ὑμῶν ἱκεσίαις, καὶ λύσατε τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας ἐν τῷ βαπτίσματι, τὰς σειρὰς τῶν ἁμαρτημάτων αὐτῶν διαῤῥήσσοντες· δήσατε ἀφορισμῷ τοὺς μετὰ τὸ βάπτισμα ἁμαρτήσαντας, καὶ λύσατε αὐτοὺς πάλιν μετανοοῦντας ὡς ἀδελφοὺς αὐτοὺς προσδεχόμενοι· ἀληθὴς γάρ ἐστιν ὁ λόγος· Ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Τοῦτο γὰρ καὶ οἱ ἀπόστολοι ἐποίουν. Ἔδησέ ποτε Παῦλος τὸν ἐν Κορίνθῳ πορνεύσαντα, καὶ πάλιν ἔλυσεν αὐτὸν ἐκ καρδίας μετανοήσαντα· ἔδησε καὶ Πέτρος τὸν μετὰ τὸ βάπτισμα βουληθέντα διὰ χρημάτων κτήσασθαι τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ πάλιν ἔλυσεν αὐτὸν ἐκ καρδίας αὐτῷ προσπεσόντα. Λοιπὸν δὲ πολλοὺς καὶ ἀμετανόητα ἁμαρτήσαντας ἔδησαν, ἄλλους δὲ μετανοήσαντας ἔλυσαν. Ἔδησε Πέτρος Ἀνανίαν σὺν Σαπφείρῃ πειράζοντα τὸ Πνεῦμα Κυρίου, καὶ ἔλυσε τῆς Ταβιθᾶ τὰς ὠδῖνας τοῦ θανάτου, ἐκ νεκρῶν αὐτὴν ἀναστήσας· ἔλυσε Κορνήλιον τὸν ἑκατόνταρχον πιστεύσαντα, καὶ ἔδησε Σίμωνα τὸν μάγον ἐν Ῥώμῃ ταῖς μαγείαις ἐμπαίζοντα· ἔδησε καὶ Παῦλος Ἐλύμαν τὸν μάγον διὰ λόγου αὐτὸν τυφλώσας, καὶ ἔλυσε τὴν παιδίσκην τοῦ πυθωνίου δαίμονος αὐτὴν