1

 2

 3

 4

 5

5

Ὅσον γὰρ ὁ Λόγος τοῦ νόμου ὑπερέχει, τοσοῦτον καὶ ἡ χάρις τοῦ νόμου· οὐ γὰρ ὁ Λόγος Θεὸς ἐκ τοῦ νόμου, ἀλλ' ὁ νόμος ἐκ τοῦ Λόγου. Καὶ ἔστι μαθεῖν, ἀγαπητοὶ, 60.763 τὴν ὠφέλειαν ἐκ τοῦ λόγου· ἵνα μάθῃς πόσῳ μείζων ὁ Λόγος τοῦ νόμου. Ὁ νόμος δέκα λόγους δίδωσι τοῖς Ἰουδαίοις, καὶ οὐδὲ ὠφέλησεν· ἡμῖν δὲ ὁ Θεὸς ἕνα Λόγον δεδωκὼς, τοὺς πάντας δι' αὐτοῦ ἀνέσωσεν. Ἀλλ' ἔτι σκάλλομεν τὸ γράμμα τῷ Πνεύματι. Ὁ γὰρ θησαυρὸν ἀνοίξας οὐ μόνον χρυσὸν καὶ ἄργυρον λαβὼν ἀπέρχεται, ἀλλὰ γὰρ καὶ λίθους τιμίους καὶ τοὺς διαφόρους ἐπιζητεῖ. Ποσάκις, ἐὰν ἁμαρτήσῃ, εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Μυστήριόν ἐστιν, ἀγαπητοὶ, ἀποκεκρυμμένον ἐν τῷ γράμματι, καὶ πολλοὺς λέληθε. Σὺ δέ μοι ἀκριβῶς πρόσεχε τῷ νοήματι· λεπτὸν γάρ ἐστι σφόδρα, πετεινοῦ ὀξύτερον, ῥᾳδίως δυνάμενον τὸ ὄμμα τῆς διανοίας παραδραμεῖν, καὶ τοὺς σφόδρα ὀξυδορκοῦντας. Ποσάκις ἐὰν εἰς ἐμὲ ἁμαρτήσῃ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἑπτάκις; Ζητήσεως γὰρ ἄξιον, διὰ τί εἶπεν Ἕως ἑπτάκις ὁ Πέτρος, καὶ ὁ Κύριος ἡμῶν ἀπεκρίνατο, Ἕως ἑβδομηκοντάκις ἑπτά. Ἀλλ' ὁ Πέτρος προσέσχε τὸ τοῦ φόνου ἔγκλημα, ὅτι βαρύτατον καὶ δεινόν ἐστι, καὶ βού 60.764 λεται μαθεῖν ἐν μυστηρίῳ κανόνας ἐκκλησιαστικοὺς, εἰ ἄρα κελεύει αὐτῷ ὁ Κύριος συγχωρεῖν ἐν τῷ βαπτίσματι τὸ τοῦ φόνου ἔγκλημα.

Προσεσχηκὼς γὰρ, ὅτι ὁ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφόνευσε, καὶ ἑπτὰ ἐγκλήμασιν ὑπέπεσε· πρῶτος γὰρ ἐφόνευσεν ἐν ἀνθρώποις, πρῶτος ὑπεκρίνατο, πρῶτος ἐψεύσατο, πρῶτος αἵματι τὴν γῆν ἐμίανε, πρῶτος πύλας θανάτου ἠνέῳξεν· οὔπω γὰρ ἦν θάνατος γευσάμενος ἀνθρώπου, εἰ μὴ Κάϊν διὰ φθόνου ἐκύησε· προσεσχηκὼς οὖν Πέτρος, ὅτι τοῦ Κάϊν ὁ φόνος ἑπτὰ ἐγκλήμασιν ὑπόκειται, προσέρχεται τῷ Κυρίῳ μυστηριωδῶς ἐπερωτῶν, Ποσάκις, ἐὰν ἁμαρτήσῃ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Τουτέστι, Κελεύεις ἐν τῷ βαπτίσματι τὰ τοῦ ἀδελφοκτόνου Κάϊν ἐγκλήματα ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος τί φησι πρὸς αὐτόν; Οὐ μόνον τὸ τοῦ Κάϊν ἑπτάκις ἐν τῷ βαπτίσματι ἀφήσεις, ἀλλὰ καὶ τὸ τοῦ Λάμεχ τὸ ἕως ἑβδομηκοντάκις ἑπτά· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.