1

 2

1

In Rachelem et infantes

Εἰς τὴν Ῥαχὴλ καὶ εἰς τὰ νήπια.

61.697 Ὥσπερ οἱ τοὺς ἡδίστους καρποὺς τῶν ἀκροδρύων λαμβάνοντες, ὁμοῦ τοῖς κλάδοις καὶ τοῖς δένδρεσι τοὺς ἐπαίνους διδόασι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡμεῖς, ἀγα πητοὶ, τοὺς καρποὺς τῶν λόγων παρὰ τοῦ προλαβόντος διδασκάλου λαβόντες, ὁμοῦ τε αὐτῷ καὶ τοῖς πατράσι τὸ γέρας διδόαμεν. Ὥσπερ γὰρ ἐκ τῆς τῶν δένδρων πιότητος ἡ γλυκεῖα πιότης τοῖς καρποῖς παραπέμπεται· οὕτω καὶ τῷ προειρημένῳ ἀνδρὶ ἐκ τῆς τοῦ Πνεύματος χάριτος τὸ γλυκὺ τοῦ λόγου ἀναπέμπεται. Καρπωσώ μεθα τοίνυν τῶν λόγων τοὺς ἡδίστους καρποὺς, καθά περ φοίνικας γλυκεροὺς ἐκ τῆς δικαίας ῥίζης τῶν πατέρων τὸ γλύκασμα κεκτημένους· καὶ τὸ μὲν γλυ κὺ τοῦ λόγου τῇ διανοίᾳ ἡμῶν παραπέμψωμεν, τὸ δὲ ἡδὺ τῆς εὐχαριστίας τοῖς πατράσιν ἡμῶν ἀπονείμωμεν.

Τὸ γὰρ τῶν πατέρων γέρας ἐκ τῆς τῶν υἱῶν εὐκοσμίας συνέστηκε· μᾶλλον δὲ οἱ τῶν υἱῶν στέφανοι ἐκ τῆς τῶν πατέρων εὐδοξίας καλλωπίζονται. Ἀλλ' ἐπειδὴ ἀπὸ τοῦ ἀναγνώσματος τοῦ στεναγμοῦ τῆς Ῥαχὴλ, καθάπερ ὑπὸ κέντρου, νυττόμενος πρὸς αὐτὴν ἀποστρέφομαι· Λέγε μοι, ὦ Ῥαχὴλ, λέγε τὸν ἐν τῷ στεναγμῷ σου κρυπτό μενον πόνον· οὕτω γὰρ τὸ σκάφος τῆς διανοίας σου, τὸ ὑπὸ τῆς λύπης βαρυνόμενον, κουφισθήσεται· προ φερομένων δὲ τῶν λόγων ἐκ τῆς καρδίας σου σημαινόν των τὸν πόνον, συνεξέρχεται τοῖς ῥήμασι καὶ τὸ βαρὺ τῆς λύπης. Λέγε μοι τοίνυν, Ῥαχὴλ, τί κλαίεις; ὁρῶ γάρ σου τὰ δάκρυα περὶ τὰς παρειὰς ποταμηδὸν ἐπιῤ ῥέοντα, καὶ τὸ πνεῦμα πικρῶς περὶ τὴν καρδίαν εἱλού μενον, καὶ διὰ τῶν μυκτήρων ἀτάκτως φερόμενον. Τί λύεις σου τὰς κόμας, καὶ ταύτας προφέρεις, ἃς δεῖ σε κρύπτειν; τί τῶν αἰδεσίμων γυναικῶν τὸ σεμνὸν μυστή 61.698 ριον ἐκπομπεύεις νικωμένη ὑπὸ τῆς ἄγαν μανίας; Οἴμοι, οἴμοι Ῥαχήλ! λαλήσω λοιπὸν ἐν πικρίᾳ ψυχῆς συνεχομένη· καὶ τί εἴπω; Βούλομαι ἐκ καρδίας προ φέρειν τὸν λόγον, καὶ πάλιν ἀναποδίζω, τὴν αἰτίαν τῶν κακῶν καὶ τῆς μεγίστης συμφορᾶς οὐχ εὑρίσκουσα. Ὢ βασιλέως Ἡρώδου τοῦ διδάσκοντός με μὴ φονεύειν, καὶ ἔργῳ τὸν ἑαυτοῦ νόμον ἀκυροῦντος! ὃν ἐνόμιζον βασι λέα εἶναι τῆς εὐταξίας, τοῦτον ἡγεμόνα τῆς ἀταξίας ὁρῶ νῦν, ἀτάκτως καὶ ἀνόμως ἐργαζόμενον. Ὢ μεγί στης ἀνοίας! ὁ ἕνα φόνον ποιήσας ὑπεύθυνος θανάτου γίνεται, καὶ Ἡρώδης τοσούτους φόνους ποιήσας, βασι λεὺς ὀνομάζεται. Καὶ οἱ μὲν γεωργοὶ ἐξ οἰκείων θησαυ ρῶν τὸν σπόρον προφέροντες ἐν σχισταῖς λαγόσι τῆς γῆς καθαρὸν τὸν σῖτον ῥαίνουσιν· ὁπόταν δὲ βλαστήσαν τες οἱ ἀστάχυες λαμπρὰν τὴν ὥραν τοῦ σπόρου σημαί νωσιν, τότε δὴ τὰς χεῖρας ἐκτείναντες ὀξείᾳ δρεπάνῃ τὰ λήϊα τέμνουσιν. Ἡρώδης δὲ τὰ τῆς ἐμῆς κοιλίας γεννή ματα μήπω τὰ ἄνθη τῆς ἡλικίας κυπριάσαντα, μήπω τῶν ἐαρινῶν τῶν χαρίτων ἰούλων περὶ τὰς παρειὰς ἀνατεί λαντα, ὀξείᾳ μαχαίρᾳ τῶν ἐμῶν λαγόνων τὴν χλόην ἀπ εμάρανεν. Οἴμοι, οἴμοι! τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει· ἡ ψυχή μου σπαράττεται τῇ καρδίᾳ· οὐ σιωπήσω. ∆ιὰ γὰρ τὴν ἄγαμον νύμφην Μαριὰμ ταῦτα ὑπομένω, διὰ τὸν ἐν φάτνῃ κρυπτόμενον Λόγον.

Μήπω τοὺς ἐμοὺς βότρυας, τῶν αἰσθήσεων τοὺς ῥῶγας περκάζοντας ἤδη ἀφανισμένους ὁρῶ. Οἴμοι, οἴμοι! οὕσπερ ἐνναμηνιαίῳ χρόνῳ μετὰ πό νων βαστάσασα ἡ φύσις ὡρίμους ποιήσασα ἔτεκε, τού τους ἀώρους μιᾷ πληγῇ μαχαίρας σφαγέντας ὁρῶ. Οἴμοι! ὦ παρθένε Μαριὰμ, ὁμοῦ τε καὶ μήτηρ, ἡ ἄν 61.699 δρα οὐ γινώσκουσα, καὶ υἱὸν γεννήσασα, σὺ τὸν πόνον τῶν μητέρων οὐκ οἶδας· εἰ γὰρ ᾔδεις, ἔκλαυσας ἄν. Ἀπόνως ἐβάστασας, ἀπόνως ἐκύησας, ἀπόνως τὸν οὐράνιον