1

 2

 3

 4

 5

 6

 7

 8

1

In Samaritanam

Εἰς τὴν Σαμαρεῖτιν, καὶ εἰς τὸ, "Ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας, λεγομένην Συχάρ."

59.535 αʹ. Σήμερον ἡμῖν ὁ Χριστὸς τοὺς ἄθλους τῆς Σαμαρείτι δος ἀνεκήρυξεν· καὶ

χρὴ τὸν πτωχὸν λόγον εἰς τὸ πέλαγος τῶν αὐτῆς κατορθωμάτων διαπλεῦσαι. Ὁρῶ γὰρ αὐτῆς τὴν πίστιν, καὶ τὸν ἐγκωμιαστικὸν αὐτῆς λόγον ἐξειπεῖν βούλομαι, καὶ μεθ' ὑμῶν ἐπαινέσαι τὴν πτωχὴν καὶ πλουσίαν, τὴν πόρνην καὶ ἀπόστολον, τὴν ἄσωτον καὶ πιστὴν, τὴν πολύγαμον καὶ πολυδύναμον, τὴν πολλοὺς μιάνασαν, καὶ τὸν μονογενῆ Λόγον τοῦ Θεοῦ θεραπεύσα σαν, τὴν μιανθεῖσαν, καὶ καθαρισθεῖσαν, τὴν διψή σασαν, καὶ ὑδάτων ζώντων ἐπιθυμήσασαν, καὶ τῶν ἐπου ρανίων ναμάτων τὴν χάριν κληρονομήσασαν. Τί γάρ φησιν ὁ εὐαγγελιστὴς Ἰωάννης, ὁ τὰ ἄῤῥητα βροντήσας μυστήρια; Ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας, λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου, ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. Ἦν γὰρ ἐκεῖπηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκτῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη.

Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας, ἀν τλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς, ∆ός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. -Ὁ οὖν Ἰησοῦς κεκοπιακώς. Τί οὖν Ἡσαΐας ὁ προφήτης λέγει· Ὁ Θεὸς ὁ μέγας οὐπεινάσει, οὐδὲ μὴ διψήσει, οὐδὲ μὴ κοπιάσει· Οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ; Ἀλλὰ καὶ ὁ εὐαγγελιστὴς Ματθαῖος περὶ αὐτοῦ ἐν τῷ κατ' αὐτὸν Εὐαγγελίῳ γράφει· Καὶ νηστεύσας ἡμέρας τεσσαρά κοντα καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασεν. Ὁμοίως δὲ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης, καθὼς ἀρτίως ἤκουες, λέγει· Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Καὶ ὁ μὲν λέγει, ὅτι ἐπείνασεν· ὁ δὲ ὅτι καὶ ἐκοπίασεν. Ὁ δὲ προφήτης δηλοῖ Ἡσαΐας Πνεύματι ἁγίῳ φθεγγόμενος· Ὁ Θεὸς ὁ μέγας οὐ πεινάσει, οὐδὲ μὴ διψήσει, οὐδὲ μὴ κοπιάσει, Οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Καὶ πῶς δύναται παρὰ τούτοις ἡ ὁμοφωνία διασώζεσθαι τῶν τε Εὐαγγελίων καὶ τῆς προφητείας; Πλὴν οὔτε ὁ προφήτης ἐψεύσατο· μὴ γένοιτο· οὔτε οἱ ἀπόστολοι ἀλλότρια τοῦ ἁγίου Πνεύμα τος ἔγραψαν καὶ τῆς προφητείας· ἀλλ' ἐπειδὴ ἡ τοῦ Σωτῆρος ἡμῶν τοῦ μεγάλου Θεοῦ οἰκονομία διπλῆν τινα καὶ παράδοξον εἶχε συμπλοκὴν, ἐκ θεότητος λέγω καὶ ἀνθρωπότητος, κατὰ τὴν αὐτοῦ εὐδοκίαν καὶ βούλη σιν, διὰ τοῦτο ὁ μὲν προφήτης τῆς θεότητος τὴν δύνα μιν ἐξαγγέλλει καὶ τὴν μεγαλειότητα· οἱ δὲ ἀπόστολοι καὶ εὐαγγελισταὶ τὴν τοῦ σώματος οἰκονομίαν ἀληθῆ διαγορεύουσιν. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆ σαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ∆ός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; Ἀναγκαῖον 59.536 οὖν ἐστιν, ἀγαπητοὶ, ἐπιζητῆσαι, διὰ τί καὶ τὸν τόπον ἐσήμανε, καὶ τὴν ὥραν, καὶ τὴν τῶν μαθητῶν ἀπόλει ψιν· τὸν τόπον, Ἐκαθέζετο παρὰ τῇ πηγῇ· τὴν ὥραν. Ὥρα ἦν ὡσεὶ ἕκτη· τῶν μαθητῶν τὴν ἀπόλειψιν, Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι.

Τίνος οὖν ἕνεκεν τὸν τόπον εἶπεν; Ἐγὼ λέγω. Θήραν εἶχε πνευματικὴν, δι' ἣν καὶ ἀπῆλθεν εἰς τὸν τόπον, ἐξ οὗ εἶχε τὴν θήραν ἑλκύσαι. Οὐχ ὁρᾷς, ὅπως ποιοῦσιν οἱ ἁλιεῖς; ὅτι οὐ πάντα τόπον διατρέχουσι τῆς θαλάσσης, ἀλλ' εἰς τόπον φανερὸν,