1

 2

 3

 4

 5

 6

 7

 8

3

βʹ. Φησὶ γὰρ ὁ τῆς βροντῆς υἱὸς ὁ θεσπέσιος Ἰωάννης· Οὕτω γὰρ ἠγάπησεν ὁ

Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. ∆ός μοι τὸν μονογενῆ, ἵνα χαρίσωμαι τῷ κόσμῳ τὸν Μο νογενῆ· θῦσον τὸν υἱόν σου, οὐχ ἵνα θύσῃς, ἀλλ' ἵνα θύσω τὸν Υἱόν μου τὸν μονογενῆ ὑπὲρ τῆς τοῦ κόσμου σω τηρίας, θυσίαν ζῶσαν, εὐάρεστον, ἁγίαν. Οὕτω καὶ ἐνταῦθα· ∆ός μοι πιεῖν, οὐχ ἵνα πίω, ἀλλ' ἵνα ποτίσω. Λέγει αὐτῷ ἡ γυνή· Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Ἀκριβὴς ἡ γυνή· ἐν τούτοις ἡ πόρνη φιλοτιμεῖται· ἐν τούτοις ἡ πόρνη τὴν φυλακὴν τοῦ νόμου δείκνυσι. Τοιοῦτον τυγχάνει τὸ τῶν Σαμαρειτῶν γένος· ἐν πορνείαις μιαίνεται, καὶ ἐν βαπτίσμασι καθαρίζεσθαι νομίζουσιν. Πῶς σὺ, Ἰου δαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Τὴν ψυχὴν κηλῖδος πληροῦσι, καὶ τὸ σῶμα ἀποσμήχειν δοκοῦσιν.

Οὕτω καὶ ἡ Σαμαρεῖτις· τὴν ψυ χὴν ἐν πορνείαις πεφυρμένην ἔχουσα, περὶ πόσεως ὑδά των δικάζεται. Τί οὖν ὁ Ἰησοῦς; Οὐκ ἀπεσείσατο αὐτήν· οὐκ εἶπεν αὐτῇ· Ἐγὼ Θεός εἰμι ἐκ Θεοῦ· ἐγὼ τὸν οὐρανὸν ἐστερέωσα, καὶ τὴν γῆν ἐθεμελίωσα· καὶ περὶ ὑδάτων καὶ πόσεως δικάζῃ μοι, καὶ ταῦτα γυνὴ ταῖς ἁμαρτίαις μεμιασμένη; ἀλλὰ τί; Εἰ ᾔδεις τὴν δω ρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Εἶδες, πῶς κατ' ὀλίγον διήγειρεν αὐτῆς τὸν πόθον εἰς ἐπιθυμίαν, εἰπὼν, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτη σας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Τί οὖν πάλιν πρὸς αὐτὸν ἡ γυνή; Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις καὶ τὸ ὕδωρ τὸ ζῶν; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐ τοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Μεγάλην τινὰ φαντασίαν εἶχεν ἡ γυνὴ περὶ τοῦ πατριάρ χου Ἰακώβ (προσέχετε, παρακαλῶ, μετὰ πάσης ἀκρι βείας)· ὑπόληψιν μεγάλην εἶχεν περὶ τοῦ Ἰακὼβ ἡ Σα μαρεῖτις γυνὴ, καὶ μεγάλην εἶχε τὴν δόξαν περὶ αὐτοῦ, ὡς περὶ πατριάρχου, ὡς περὶ δικαίου, ἐπειδήπερ οὗτος ἐγένετο τῶν δώδεκα πατριαρχῶν πατήρ· αἱ γὰρ δεκαδύο φυλαὶ τοῦ Ἰσραὴλ ἐκ τοῦ Ἰακὼβ ἐγένοντο. Οὐ μόνον δὲ τοῦτο, ἀλλ' ὅτι καὶ ἐπάλαισε μετὰ Θεοῦ, καὶ εὑρέθη δυνατὸς, ὡς καὶ τὸν Θεὸν εἰπεῖν πρὸς αὐτόν· Ἀπόλυ σόν με διότι ἀνέβη ὁ ὄρθρος. Καὶ Θεὸς μετὰ ἀνθρώ που παλαίων, ἔλεγεν· Ἀπόλυσόν με, διότι φίλος μου 59.538 εἶ· καὶ ἀνέβη ὁ ὄρθρος. Ὁ δέ· Οὐ μή σε ἀπολύσω, ἐὰν μή με εὐλογήσῃς. Τί τοῦτο δηλῶν, καὶ τίς ἡ πάλη τοῦ Θεοῦ μετὰ ἀνθρώπου, ἢ ὅτι τὴν καθ' ἡμᾶς δι' ἡμᾶς ἔμελλεν ἐνδύσασθαι σάρκα; Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; Οὐκ ἔτι κληθήσῃ Ἰακὼβ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἰςραὴλ, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ.

Μεγάλην οὖν εἶχεν ὑπόληψιν περὶ τοῦ πατριάρχου ἡ γυνή· διὰ τοῦτο ἔλεγε τῷ Κυρίῳ, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκε ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐ τοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Τί οὖν ὁ Χριστός; Βλέπε τὴν σοφίαν τοῦ ∆εσπότου· βλέπε τὴν ἐπιείκειαν τοῦ ∆ιδασκάλου. Οὐκ εἶπεν αὐτῇ, Ναὶ ἐγὼ μείζων εἰμὶ τοῦ πατρὸς ὑμῶν Ἰακώβ· Οὐδὲ εἶπεν αὐτῇ, καθὼς εἶπεν τοῖς Ἰουδαίοις, ὅτι Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· ἢ πάλιν ὡς ἔλεγεν, Ἀμὴν λέγω ὑμῖν, ὅτι πολλοὶ βα σιλεῖς καὶ δίκαιοι σὺν τοῖς προφήταις ἐπεθύμησαν ἰδεῖν, ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Οὐδὲν τούτων εἶπε τῇ γυναικὶ, ἀλλὰ καταστέλλει τὴν πάλην τὴν εἰς τὸν πατριάρχην, καὶ ἐκ τοῦ φανεροῦ τὴν μάχην ἰσχυρο τέραν ποιεῖ. Εἰ γὰρ εἶπεν αὐτῇ, ὅτι Ναὶ μείζων εἰμὶ τοῦ Ἰακώβ· ἐκεῖνος μὲν γὰρ παρ' ἐμοῦ τὴν εὐλογίαν ἐδέ ξατο, ἐγὼ δὲ παρέσχον αὐτὴν αὐτῷ· ταχέως ἂν ἐκείνη πρὸς τοσοῦτον ὕψος ἀποκαλύψεων ἀντιβλέψαι μὴ δυνα μένη, φεύγειν ἂν εἶχεν. Οὐδὲν οὖν τούτων εἶπεν