1

 2

1

In Samaritanam, in die mediae pentecostes

Εἰς τὴν Σαμαρεῖτιν. Τῇ ἡμέρᾳ τῆς Μεσοπεντηκοστῆς.

61.743 Φέρε τοίνυν σήμερον, ἀγαπητοὶ, καθὼς ἂν ἡ θεία χάρις δίδωσι, τοῖς εὐαγγελικοῖς θησαυροῖς ἐγχειρήσω μεν. Κοσμεῖ γὰρ τὸ περὶ ταῦτα φιλομαθὲς τὰς ψυχὰς, καὶ τὴν γηΐνην ἐκτείνει πρὸς οὐρανὸν ἕξιν. Καὶ γὰρ φιλομάθεια τὴν θαυμασίαν ἐκείνην Σαμαρεῖτιν ἐξ ὑδρο φόρου κατεσκεύασεν ἔνθεον· εὑροῦσα γὰρ μαθημάτων θησαυρὸν, παρέδραμε· μᾶλλον δὲ οὐχ ηὗρεν, ἀλλ' ηὕρη ται. Οὐ γὰρ ἀνέβαινε Χριστὸς ταῖς τῶν δεομένων ἀνα ζητεῖσθαι σπουδαῖς, ἀλλ' αὐτὸς ἐφ' ἑκάστης ὠδίνει βοηθείας· συνείχετο μεριμνῶν παραλύτους, συναλγῶν τοῖς πυρέττουσι, τὰ τῶν τυφλῶν οἰκειούμενος, τὴν ἐπὶ τοῖς λεπροῖς περιφέρων φροντίδα, τρέχων εἰς δαιμο νιώντων βοήθειαν, ἐκπλύνων ἐῤῥυπωμένας ψυχὰς ἁπάν των, ὑδροφορούσαις διδάσκαλος.

Τότε γὰρ ἐκ τῆς ὁδοι πορίας κεκοπιακὼς παρεκαθέζετο τῷ φρέατι· Ὁ γὰρ Ἰησοῦς, φησὶν, κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκα θέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἐπάλληλος ἀπληστία φιλανθρωπίας· πρῶτον μὲν, ὅτι κέκμηκε, τῆς Σαμαρείτιδος σπεύδων προετοιμάσαι σω τηρίαν· δεύτερον, ὅτι ἐκαθέζετο, μένων σωθῆναι φα νεῖσαν· τρίτον, ὅτι τὸν τοῦ ἀρίστου καιρὸν εἰς τὴν ὑπὲρ αὐτῆς προσεδρίαν ἀνήλισκεν. Ὥρα ἦν, φησὶν, ὡσεὶ ἕκτη. Εἰ γὰρ καὶ Θεὸς ἦν, ἀλλὰ τὸ φαινόμενον τοῖς τῆς φύσεως τέως περιεβέβλητο πάθεσιν, αἰσθανόμενος κό πων, ὑποκείμενος ὕπνῳ, διοχλούμενος πείνῃ, πᾶσαν ἔχων πρὸς ἡμᾶς πλὴν ἁμαρτίας συγγένειαν. Ἐνίκα δὲ ὅμως ἐν αὐτῷ τῶν σωζομένων ὁ πόθος τὸν τοῦ σώματος κόπον. Ἐβράδυνε μᾶλλον τοῦ κοπιαθέντος ἡ χρῄζουσα, καὶ ὁ μὴ χρῄζων παρέμενεν. Ἐφλέγετο τῷ τῆς μεσημ βρίας αὐχμῷ, καὶ τὴν τῆς σωθησομένης παρουσίαν ἐκαιροτήρει. Ἐκαθέζετο γὰρ, φησὶν, ἐπὶ τῇ πηγῇ, οὐδὲ κατακλινόμενος τὴν θήραν ἀνέμενεν, ἀλλ' ὠδίνων παρασχεῖν σωτηρίαν, ἐν ἑτοίμῳ τῇ Σαμαρείτιδι προη τοιμάζετο. Ἡ δέ γέ που τάχα τῆς οἰκίας ἐξῄει κατὰ μικρὸν προϊοῦσα, γυναικικοῖς χρωμένη βαδίσμασιν, ἀνειμένη, τὴν ὑδρίαν ἐπαγομένη, πρὸς καρπὸν ὡς ἐν ἀγρῷ θεωρίαν ἱσταμένη πολλάκις μεταξὺ τοῦ βαδίσμα τος. Ὁ κατάσκοπος ἄοκνος καὶ ἀφανὴς, θηρευτὴς ἐπι στήμων, κρύψας δὲ τὸν εὐεργέτην, ὡς ἐνδεὴς ἐμφανίζε ται· Λέγει γὰρ, φησὶν, ὁ Ἰησοῦς· Γύναι, δός μοι πιεῖν. Σπείρει τὴν φωνὴν, ὡς κόκκον ῥεμβομένη περι στερά· ∆ός μοι πιεῖν. Ὑποκρίνεται δίψαν ὁ ἐλθὼν αὐτῇ κεράσαι σωτηρίας ποτήριον· μᾶλλον δὲ, εἴ τις λεπτότερον τὴν φωνὴν μεταλλεύῃ, ἀληθὲς τοῦ ∆εσπό του τὸ δίψος· ἐδίψα γὰρ τὴν αὐτῆς σωτηρίαν, καὶ δι καίως πρὸς αὐτὴν ἐβόα· ∆ός μοι πιεῖν. Ἔχεις, φησὶν, ἐν ἑαυτῇ κεκρυμμένην εὐγνωμοσύνης πηγήν· ἀπ' ἐκεί νης με νᾶμα γεμίσασα πότισον.

Ἀλλ' οὐκ ᾐσθάνετο τῶν αἰνιγμάτων τὸ γύναιον, ψιλῇ δὲ φωνῇ προσέχουσα· Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; Μεθ' ὁδοιπορίας κόπου δίκη τῷ Χριστῷ δογμάτων ἀπήντησεν· ἀλλ' ἅπαξ ἑλο μένῳ τὰ ὑπὲρ ἡμῶν ἀναδέξασθαι, φορητὰ τὰ συμβαί νοντα. ∆ιὰ τοῦτο καὶ τὴν ἐκ Σαμαρείτιδος ἐπιτίμησιν φέρει. Ἥδετο γὰρ κατιὼν τῆς ἀξίας, ἵνα τῆς ἁμαρτω λοῦ εὐτελείας ἀναγάγῃ τὴν ψυχήν. Ἁμαρτωλή τις εὐ τέλεια τὴν Σαμαρεῖτιν κατεῖχε, πορνικῷ ἐῤῥυπαίνετο βίῳ, ἐραστὴν ἐξ ἐραστοῦ μετελάμβανε, γάμον εἶχε τὸν τοῦ ἔρωτος χρόνον, ὕπανδρος ἦν ἐρασταῖς νύμφη, χήρα τις διαπαντὸς καὶ νεόγαμος· μᾶλλον δὲ οὔτε χήρα κα θαρῶς, οὔτε νύμφη· οὔτε γὰρ θανάτῳ τὸν πρῶτον κε χώριστο, οὔτε γάμοις νομικοῖς τοῖς δευτέροις συνήπτετο. Τούτου μάρτυς πρὸς αὐτὴν