1

 2

 3

1

In annuntiationem beatae virginis

ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ Τῆς ὑπερενδόξου ∆εσποίνης ἡμῶν Θεοτόκου.

50.791 Πάλιν χαρᾶς εὐαγγέλια, πάλιν ἐλευθερίας μηνύματα, πάλιν ἀνάκλησις, πάλιν ἐπάνοδος, πάλιν εὐ 50.792 φροσύνης φωνὴ, πάλιν δουλείας ἀπαλλαγή· ἄγγελος μετὰ παρθένου λαλεῖ, ἐπειδὴ καὶ γυναικὶ ὡμίλησεν 50.793 ὁ ὄφις. Τῷ μηνὶ τῷ ἕκτῳ, φησὶν, ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ πρὸς παρθένον μεμνηστευμένην ἀνδρί. Ἀπεστάλη Γαβριὴλ τὴν παγκόσμιον μηνῦσαι σωτηρίαν· ἀπεστάλη Γαβριὴλ, φέρων τῷ Ἀδὰμ ὑπογραφὴν ἀνακλήσεως· ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον, ἵνα τὴν ἀτιμίαν τοῦ θήλεος εἰς τιμὴν μεταβάλλῃ· ἀπεστάλη Γαβριὴλ, ἄξιον εὐτρεπίσαι τῷ καθαρῷ νυμφίῳ τὸν θάλαμον· ἀπεστάλη Γαβριὴλ νυμφεύσασθαι τὸ πλάσμα τῷ πλάσαντι· ἀπεστάλη Γαβριὴλ πρὸς τὸ ἔμψυχον τοῦ βασιλέως τῶν ἀγγέλων παλάτιον· ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην μὲν τῷ Ἰωσὴφ, τηρουμένην δὲ τῷ Υἱῷ· ἀπεστάλη δοῦλος ἀσώματος πρὸς παρθένον ἀμόλυντον· ἀπεστάλη ὁ ἁμαρτίας ἐλεύθερος πρὸς τὴν φθορᾶ, ἀνεπίδεκτον· ἀπεστάλη λύχνος μηνῦσαι τὸν ἥλιον τῆς δικαιοσύνης· ἀπεστάλη ὄρθρος προτρέχων τοῦ φωτὸς τῆς ἡμέρας· ἀπεστάλη Γαβριὴλ δηλῶν τὸν ἐν κόλποις τοῦ Πατρὸς, καὶ ἐν ἀγκάλαις τῆς μητρός· ἀπεστάλη Γαβριὴλ, δεικνὺς τὸν ἐν θρόνῳ καὶ ἐν σπηλαίῳ· ἀπεστάλη στρατιώτης, βοῶν τὸ τοῦ βασιλέως μυστήριον· μυστήριον γνωριζόμενον πίστει, οὐκ ἐρευνώμενον πολυπραγμοσύνῃ· μυστήριον προσκυνούμενον, οὐ ζυγοστατούμενον· μυστήριον θεολογούμενον, οὐκ ἐρευνώμενον· μυστήριον ὁμολογούμενον, οὐ μετρούμενον. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον.

Ποῖον ἕκτον μῆνα λέγει; ποῖον; Ἀφ' οὗ ἐδέξατο Ἐλισάβετ τὰ εὐαγγέλια, ἀφ' οὗ τὸν Ἰωάννην συνέλαβε. Πόθεν τοῦτο δῆλον; Ἑρμηνευέτω αὐτὸς ὁ ἀρχάγγελος, πρὸς τὴν παρθένον λέγων· Ἰδοὺ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱόν· καὶ οὗτος μὴν ἕκτος αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Τῷ μηνὶ τῷ ἕκτῳ. Ἕκτος μὴν τῆς συλλήψεως τοῦ Ἰωάννου. Ἔδει γὰρπροφθάσαι τὸν στρατιώτην, ἔδει προλαβεῖν τὸν δορυφόρον, ἔδει προοδοποιῆσαι τὸν μηνυτὴν τῆς ∆εσποτικῆς παρουσίας. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, οὐ συνημμένην· μεμνηστευμένην μὲν, τηρουμένην δέ. ∆ιὰ τί μεμνηστευμένην; Ἵνα μὴ τάχιον μάθῃ ὁ Λῃστὴς τὸ μυστήριον. Ὅτι μὲν γὰρ διὰ παρθένου ἥξει ὁ Βασιλεὺς, ᾔδει ὁ Πονηρός· τῶν γὰρ Ἡσαΐου καὶ αὐτὸς ἠκούσατο φωνῶν, τὸ, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ ἕκαστα εἰκότως παρετήρει τῆς παρθένου τὰ προφθέγματα, ἵν', ὅπου νοήσει ὅτι πληροῦται τὸ μυστήριον τοῦτο, ἐξαρτύσῃ τὸν ψόγον. ∆ιὰ τοῦτο ὁ ∆εσπότης διὰ μεμνηστευμένης ἐλήλυθεν· ἡ γὰρ μνηστευθεῖσα λοιπὸν κατηγγυᾶτο. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ.

Ἄκουσον τί περὶ τοῦ ἀνδρὸς τούτου καὶ τῆς παρθένου ὁ προφήτης φησί. ∆οθήσεται τὸ ἐσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα. Τί τὸ ἐσφραγισμένον βιβλίον, ἢ πάντως ἡ ἀμόλυντος παρθένος; Παρὰ τίνων δοθήσεται; Παρὰ τῶν ἱερέων δηλονότι. Τίνι τοῦτο; Τῷ τέκτονι Ἰωσήφ. Οὗτος ὁ Ἰωσὴφ σεμνοῖς γάμοις προσομιλήσας πρότερον, καὶ γεννήσας υἱοὺς, ἀπεβάλλετο τὴν γαμετὴν, καὶ λοιπὸν διῆγεν ἐν σωφροσύνῃ, ἐκτρέφων τοὺς παῖδας ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἀμέλει γοῦν παρελθὼν εἰς τὸ κήρυγμα ὁ ἀπόστολος Παῦλος, καὶ ἕνα τῶν τούτου εὑρηκὼς υἱῶν, γράφει λέγων· Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον