1

 2

 3

 4

1

In parabolam Samaritani

Εἰς τὴν παραβολὴν τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς.

62.755 Ἠκούσαμεν, ἀδελφοὶ, ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

λέγοντος, ὅτι Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες κατέλιπον ἡμιθανῆ τυγχάνοντα. Ἱερεὺς δὲ καὶ Λευΐτης διερχόμενοι διὰ τῆς ὁδοῦ ἐκείνης, καὶ ἰδόντες αὐτὸν, ἀντιπαρῆλθον. Σαμαρείτης δέ τις ἐλθὼν ἐπὶ τὸν τόπον, καὶ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη ἐπ' αὐτὸν, καὶ σὺν ἐλαίῳ οἶνον βαλὼν καὶ ἀναμίξας ἐπέχεεν αὐτῷ, καὶ κατέδησε τὰ τραύματα αὐτοῦ, καὶ ἀναλαβὼν αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἔδωκε τῷ πανδοχεῖ δύο δηνάρια, εἰπών· Ἐπιμελήθητι τοῦ ἀνθρώπου τούτου, καὶ εἴ τι προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Ἴδωμεν οὖν τὴν τούτων παραβολὴν, ἵνα συνιέντες καρδίᾳ συνετῇ, γνωρίσωμεν τοῦ Θεοῦ τὰ μυστήρια. Ἄνθρωπός ἐστιν ὁ Ἀδὰμ, Ἱερουσαλὴμ δὲ ἡ ἐπουράνιος πολιτεία καὶ ἡ φρόνησις, Ἱεριχὼ δὲ ὁ κόσμος. Ἐφ' ὅσον τοίνυν ὁ Ἀδὰμ πρὸ τῆς παρακοῆς εἶχε τὸ ἐπουράνιον φρόνημα, καὶ τὴν ἰσάγγελον πολιτείαν, ἀκώλυτον εἶχε τὴν εἴσοδον ἐν τῇ ἐπουρανίῳ πόλει Ἱερουσαλὴμ, καὶ τὴν κατοικίαν καὶ διατριβὴν ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ ποιούμενος, ὑπ' οὐδενὸς ἐνικᾶτο, οὐδὲ ἐτραυματίζετο· ὅτε δὲ παρήκουσε τοῦ Θεοῦ, καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν, ἀλλ' ἀπηνέχθη τῇ ἀπάτῃ τοῦ ὄφεως, τότε κατέβη εἰς Ἱεριχὼ, τουτέστιν, εἰς τὴν γῆν, καὶ τὰ τῆς γῆς εἰργάζετο· Ἱερουσαλὴμ γὰρ ἀνάβασις ἑρμηνεύεται, Ἱεριχὼ δὲ κατακλυσμός. Κατέβη οὖν ὡς ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, οὕτως ἀπὸ τοῦ ἐπουρανίου πολιτεύματος, ἐπὶ τὸ τῆς ἀπάτης τοῦ διαβόλου πολίτευμα.

Ὅτε γάρ τις φυλάσσει τὰς ἐντολὰς τοῦ Θεοῦ, τότε ἐν οὐρανοῖς πολιτεύεται, καθά φησιν ὁ Ἀπόστολος, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Κατέβη ἀπὸ δόξης εἰς ἀδοξίαν, ἀπὸ παραδείσου τρυφῆς εἰς ἀκανθηφόρον γῆν, ἀπὸ ζωῆς εἰς θάνατον· Ἐν ᾧ γὰρ, φησὶ, φάγεσθε ἐκ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε· τουτέστι, τῇ ἁμαρτίᾳ· θάνατος γὰρ ψυχῆς ἁμαρτία τὸ παρακοῦσαι Θεῷ. Κατέβη ἀπὸ δικαιοσύνης τῆς ἐν τῷ παραδείσῳ, ἀπὸ ἁγιωσύνης τῆς ἐν οὐρανοῖς, καὶ ἦλθεν εἰς Ἱεριχὼ, τουτέστιν, εἰς τὸ πτῶμα τῆς παρακοῆς, εἰς τὸν θάνατον τῆς ἁμαρτίας. Καὶ ἐμπίπτει εἰς τοὺς λῃστὰς, τουτέστιν, εἰς τὸν διάβολον καὶ τὰς ἀντικειμένας αὐτῷ δυνάμεις. Ὁδὸς δέ ἐστιν ὁ βίος οὗτος, ὅπου περιπατήσας ὁ Ἀδὰμ ἔπεσεν εἰς τοὺς λῃστὰς, καὶ ἐκδιδύσκουσιν αὐτόν. Καὶ τί αὐτὸν ἐξέδυσαν; Τὴν στολὴν τῆς ὑπακοῆς, τὴν μετ' ἀγγέλων φιλίαν, τὴν ἀκήρατον δόξαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἐν παραδείσῳ τρυφὴν, τὴν ἐπουράνιον ζωήν. Ταύτην αὐτὸν ἐξέδυσαν τὴν στολήν. Καὶ πληγὰς αὐτῷ ἐπέθηκαν, τουτέστι, τὰς ἁμαρτίας, πορνείας, μοιχείας, εἰδωλολατρείας, φαρμακείας, φόνους, φθόνους, ἔρεις, θυμὸν, καὶ πᾶσαν τὴν λοιπὴν τῶν κακῶν ἐργασίαν. Ταῦτα γὰρ τὰ ἔργα μαστιγοῦσι τὸν ἄνθρωπον, ταῦτα δυσωδίαν καὶ φθορὰν ἐμποιοῦσι.

Καὶ ὅτι ἔστι τοῦτο ἀκριβῶς, μάθε παρὰ τοῦ ∆αυῒδ, πῶς τὰς τοῦ Ἀδὰμ 62.756 πληγὰς εἰς ἑαυτὸν εἰκονογραφῶν, μώλωπας αὐτὰς καλῶς λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶσα δὲ ἁμαρτία μώλωπα καὶ τραῦμα ἐργάζεται. Ἐτραυματίσθη τοίνυν διὰ τῆς παρακοῆς, ἐπλήγη διὰ τῶν ἀνομιῶν, ὥς φησιν ὁ προφήτης· Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· τουτέστι, τοῦ φυλάξαι τὴν ἐντολὴν τοῦ Θεοῦ. Ἡμιθανῆ δὲ, φησὶ, τοῦτον κατέλιπον, οὐχ ὡς μὴ βουλόμενοι τοῦτον