1

 2

 3

1

In principium jejuniorum

Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν, καὶ περὶ νηστείας.

62.745 Τὸ πνευματικὸν ἡμῖν σήμερον, ἀγαπητοὶ, τῆς νηστείας ἔλαμψεν ἔαρ, καὶ οἱ τῆς ἐγκρατείας λειμῶνες τοῖς ἐμπόροις τῆς εὐσεβείας ἠνεῴχθησαν· οἱ δὲ τῆς Ἐκκλησίας ναῦται πρὸς τὴν οὐράνιον ἡμᾶς ἐμπορίαν καλοῦσι, καὶ τὸν πλοῦν τῆς δικαιοσύνης ἡμῖν εὐτρεπίζουσι, τὰς προφητικὰς ἡμῖν ἀναπετάζοντες διφθέρας, καὶ τοὺς οἴακας τοῦ νόμου μεταχειρίζονται· τοῦ τιμίου σταυροῦ τὸν ἱστὸν ἐξαρτῶσι, καὶ τὴν ἄγκυραν τῆς πίστεως περισφίγγουσι· τὸ Πνεῦμα τὸ ἅγιον τὴν ὁλκάδα ταύτην μηνύει, καὶ ὁ τοῦ παντὸς ποιητὴς αὐτὴν περιέπει. ∆εῦτε τοίνυν καὶ ἡμεῖς σήμερον, ἀγαπητοὶ, τῆς νηστείας τὴν ἁγνείαν πρὸ τῶν θυρῶν ἑστῶσαν χαίροντες ὑποδεξώμεθα, καὶ τοῖς κατὰ ψυχὴν ἀσπασμοῖς βοήσωμεν πρὸς αὐτήν· ∆εῦρο, ὦ μῆτερ τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῆς ἐπουρανίου πλήρωσον ἡμᾶς εὐωδίας, ἄνοιξον ἡμῖν τῆς εὐαγγελικῆς διαγωγῆς τὸν παράδεισον, ἀπολαύσωμεν τῶν πνευματικῶν καρπῶν τῆς ἐγκρατείας, ἅγνισον ἡμᾶς τῷ διαδήματι τῆς σωφροσύνης, βίον ἀθόλωτον ἡμῖν ἐπιχορήγησον, τὰ ἐκ τῆς τρυφῆς τῶν ψυχῶν θεράπευσον τραύματα, τὰ ἐκ τῆς οἰνοφλυγίας κατάσβεσον ὑπεκκαύματα, τοὺς ἐκ τῆς ἀθυμίας πυρέττοντας νοσηροὺς λογισμούς· ἀπόκλεισον τὰ θέατρα τοῦ διαβόλου, ἄνελε τὴν λύσσαν, τὸ τῆς ἀπανθρωπίας θηροτρόφον συμπόδισον ἐργαστήριον, ἐπιτίμησον ἀνέμοις τῶν πονηρῶν πνευμάτων, μεταῤῥύθμισον εἰς τὴν τῶν ἀσωμάτων διαγωγὴν τοὺς νηστεύοντας, δεῖξον αἰδέσιμον πολιὰν πρεσβύτου, τῷ τῆς ἐγκρατείας ἕλκυσον ἀρότρῳ, φαίδρυνον ἄνδρας ἐν ἀσωτίᾳ διημερεύοντας, κόσμησον γύναια τὸ τῆς σεμνότητος στάδιον διερχόμενα, τὴν νεότητα πρὸς τὸν ἀγγελικὸν μεταῤῥύθμισον βίον· ἀναπνεύσωσι τῶν ματαίων πόνων οἱ κεκμηκότες ταῖς ἁμαρτίαις, τὸν τοῦ παντὸς ἔτους τῇ Τεσσαρακοστῇ τῶν ἡμερῶν τῆς νηστείας ἀποῤῥίψωνται ῥύπον· σὺ γὰρ πληροῖς οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ αὐτὸν ἤδη τὸν παράδεισον.

Νῦν γὰρ αἱ ὑπερκόσμιοι δυνάμεις ἀγάλλονται, τὰ τῶν ἀγγέλων τάγματα πνευματικῶς πανηγυρίζει· Θρόνοι, Κυριότητες, Ἀρχαὶ καὶ Ἐξουσίαι τῇ τῶν ἀνθρώπων εὐφραίνονται σωτηρίᾳ· μόνος ὁ ἐκ τῶν οὐρανῶν ἐκπεσὼν διάβολος ἐπιστυγνάζων λέγει· Ποῦ μοι νῦν ἡ κατὰ τῶν ἐξ ἀδδηφαγίας ἐκτραχηλισθέντων μεγαλαυχία; ποῦ μοι τὸ διὰ τῆς βρώσεως κατὰ τῶν ἀνθρώπων ψυχοφθόρον μηχάνημα; ποῦ μοι νῦν ἡ λιχνὴ τοῦ ξύλου γεῦσις, δι' ἧς τὸν Ἀδὰμ μετὰ τῆς Εὔας ἀπατήσας ἐγύμνωσα; Οἴχεται νῦν μοι τὰ τῆς πονηρίας μηχανήματα τῆς νηστείας φανείσης. Πόθεν ἡ λεγομένη μοι νηστεία κατεφάνη; τίς ταύτην νῦν κατ' ἐμοῦ ἐστράτευσεν; Οὐκέτι Ἀδὰμ μετὰ τῆς Εὔας ἀπατηθεὶς Θεοῦ γυμνοῦται, οὐκέτι συμβουλῇ πείθεται ψυχοφθόρῳ, οὐκέτι λαιμαργεῖ, οὐκέτι τῷ τῆς γαστριμαργίας συνέχεται βρόχῳ. Πάλιν διὰ νηστείας Ἀδὰμ εἰς παράδεισον, πάλιν μεγαλαυχεῖ, πάλιν τῇ θείᾳ εἰκόνι ἐναβρύνεται, πάλιν πρὸς τὸ ἀρχέτυπον ἐπανάγεται κάλλος· καὶ τὸ δὴ τούτου δεινότερον, ὅτι παράδεισον διὰ παραβάσεως ἀπολέσας, τῷ τῆς νηστείας ἅρματι εἰς οὐρανοὺς ἀνεπήδησεν. Ἐγὼ τῶν ἐκεῖθεν ἐῤῥίφην, καὶ ὁ ἀπεῤῥιμμένος πάλιν ταῖς οὐρανίαις ἐποχεῖται δυνάμεσι. Γέλως γέγονα ὑπὸ ἀνθρώπων ἡττώμενος, ὑπὸ νηστευτῶν καταβαλλόμενος, ὑπὸ φύσεως ἀνθρωπίνης ἐλαυνόμενος. Ἀλλὰ τούτας μὲν ὁ πονηρὸς τὰς ἑαυτοῦ ἀποτυχίας θρηνωδείτω βαλλόμενος· ἡμεῖς δὲ ἀπὸ τῆς ἀποστολικῆς φαρέτρας εὔστοχον ἐπὶ τοῦ παρόντος ἁρπάσαντες βέλος, αὐτῷ τῆς πλεονεξίας τὰς ἡδονὰς κατατρώσωμεν, μετὰ Παύλου τὰ τοῦ Παύλου βοῶντες· Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἀλλ' εἴθε