1

 2

 3

3

ἕλκεις; τί με γυμνὸν τῷ Κριτῇ παραστῆσαι σπουδάζεις; ἔασον, παρακαλῶ, εἴπω τι· λογίσομαι τὸ πλημμέλημα, ἐξομολογήσεως ἀφήσω φωνὴν, θρηνήσω μικρὸν, στενάξω βραχὺ, δακρύσω πρὸς ὀλίγον, ἀσπάσομαι φίλους, περιπτύξομαι γαμετήν· κἂν ἑνὶ περιβολαίῳ μετανοίας σκεπάσω μου τὴν ψυχήν. Μισθώσομαι δικολόγους ἐντεῦθεν τοὺς πένητας, περινοήσω μου τοῖς τραύμασι πρὸ τῆς ἐξόδου τὴν ἴασιν, ἢν ἔχω περιουσίαν πᾶσαν ὑπὲρ ὀλίγης ὑπερθέσεως δίδωμι. Καὶ τούτων, ὦ ἄνθρωπε, λέγων σοφώτερα, τοῦ παρεστῶτος θανάτου οὐ κωλύσεις τὴν βίαν. Θάνατος γὰρ ἀκολάκευτος δήμιος, θάνατος ἀνυπόκριτον διάταγμα, θάνατος ἐκβιβαστὴς τοῦ γένους ἀπροσωπόληπτος, θάνατος φονεὺς ἀνυπόκριτος, θάνατος ὁδοιπόρος τῆς φύσεως, θάνατος ἀμηνυτὶ πρὸς βασιλεῖς εἰσιὼν παρίσταται, θάνατος κλέπτης καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὴν ὁμοίαν τῆς κλοπῆς ἐργαζόμενος τέχνην, θάνατος ἁρπάζων, δικαιότητος ἅρπαξ, θάνατος δικαίοις μόνοις περιπόθητον κτῆ 62.747 μα.

Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, διαναστῶμεν ἐκνήψαντες· μὴ πάλιν ὕπνῳ ἁμαρτίας καθεύδωμεν· ἐξιλασώμεθα τοῖς δευτέροις τὰ φθάσαντα. Ἀδίκως συνέλεξας; δικαίως ἀνάλωσον· ἐξ αὐτῶν τῶν τοῦ πάθους ἀφορμῶν τῷ πάθει κατάστησον φάρμακα. Ἠδίκησάς ποτε; πρῶτον ὧν ἠδίκησας φεῖσαι· πρῶτον δίκαιος. καὶ τότε φιλάνθρωπος· πρῶτον ἀπόδος, εἶθ' οὕτω μετάδος· πρῶτον ἔκκλινον τοῦ κακοῦ, εἶθ' οὕτω ποίησον ἀγαθόν. Μὴ φαίνου φιλόδωρος ἀφ' ὧν οὐκ ἐγένου φιλάδελφος. Ὅταν ἐλεήσῃς οὓς ἐποίησας πένητας, τότε πένησιν ἄλλοις ἀφ' ὧν οὐχ ἥρπασας χάρισαι· ὅτε στήσεις τῶν ὑπὸ σοῦ ἀδικηθέντων τὸ δάκρυον, τότε πένησιν ἑτέροις συμπάθησον κλαίουσι. Τίμα τὸν Κύριον, εἶπεν ἡ Γραφὴ, ἀπὸ σῶν δικαίων πόνων. Μὴ γὰρ ἀπατᾶσθε, Θεὸς οὐ μυκτηρίζεται. Οὐ δέχεται δωρεὰν ἑτέρου στενάζοντος· οὐκ ἀνέχεται τὴν ἁρπαγὴν ὁ πλάστης μετὰ σοῦ μερίσασθαι. Οὐκ ἔστιν ἐκεῖ παροφθῆναι τὸ δίκαιον, οὐκ ἔνι 62.748 τὸν ἐλεγχόμενον ἐκφυγεῖν· ἀλλ' εἴ τι σύνοιδας σαυτῷ, ἄνθρωπε, ἄτοπον πεπραχὼς, μετανόησον. Ἐξεκυλίσθης ποτὲ, ὦ ἄνθρωπε, πρὸς ἀλόγους ὀρέξεις, τῇ ἀθεμίτῳ δουλεύσας ἀνάγκῃ; ὑπόχρεως γέγονας πολλῶν ἀνομημάτων; μὴ φοβηθῇς τὸν Κριτὴν, καὶ ἀπογνῷς τῆς σεαυτοῦ σωτηρίας· ἐλέῳ οἶδεν ἐξαγοράζεσθαι, εὐποιίαις πενήτων πέφυκε δυσωπεῖσθαι, δωροδοκεῖται πτωχῶν παραμυθίαις.

Ἄκουσον αὐτοῦ ἐν Εὐαγγελίοις βοῶντος· ∆ότε ἐλεημοσύνην, καὶ πάντα πεπλήρωται. ∆ότε μοι, κράζει ὁ πάντας πλουτίζων· δότε μοι, κράζει ὁ πᾶσι δεδωκὼς εἰς ἀπόλαυσιν. Ἀνέχεται καὶ δύο ὀβολοὺς παρὰ χήρας δεχόμενος· οὐκ ἐρυθριᾷ καὶ εἰς ποτήριον ψυχροῦ ὕδατος κατερχόμενος· οἶδε καὶ πρόθεσιν ἀπόρου ἐλεήμονος ἀποδέξασθαι· αὐτὸς γὰρ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· ᾧ πρέπει δόξα καὶ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.