1

 2

 3

 4

 5

1

In ramos palmarum

Εἰς τὰ βαΐα.

61.715 Ἤδη τῆς πνευματικῆς πανηγύρεως προλάμπει τὰ χα ρίσματα· ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ σή μαντρα· ἤδη τοῦ ἀΰλου νυμφίου προτρέχουσι τὰ μηνύ ματα· ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀῤῥαβῶνα δεξά μενος Λάζαρος τῷ Κυρίῳ ἀνάκειται· ἤδη τῆς δωρεᾶς τὸ μύρον τοὺς τῷ βαπτίσματι προστρέχοντας εὐωδιάζει· ἤδη τοῦ βασιλέως οἱ πιστοὶ φύλακες τὴν μεγάλην πόλιν ταύτην κατέλαβον· ἤδη ὁ πιστὸς λαὸς εἰς ἀπάντησιν τῷ Κυρίῳ προσδραμὼν βοᾷ λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, καθὼς ἀρτίως ἠκούσατε· Εὐλογημένος ὁ ἐρχό μενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ· εὐ λογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος, καὶ ὢν μεθ' ἡμῶν, καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος. Ὄντως ὁ ὄχλος ἐκεῖνος βασιλικὴν ἐγνώρισε δύναμιν καὶ εἴσοδον.

Ὥσπερ γὰρ ἐν τοῖς παροῦσι, κοσμικοῦ βασιλέως ἐπι στρατεύσαντος τυράννῳ, καὶ μετὰ νίκης ὑποστρέφον τος, πάντες οἱ πολῖται αὐτοῦ πρὸ τῆς πόλεως συναντῶ σιν, ἄνθη βαστάζοντες, ἐπαίνους πλέκοντες, ἐγκωμίοις τὴν νίκην ἀμειβόμενοι· ἄγει δὲ αὐτοὺς πρὸς ταῦτα οὐκ ἔνδοξος ἔρως, ἀλλ' ἐπινίκιος ὕμνος καὶ πάθος· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ, ὡς ἐπὶ βασιλέως τροπαιούχου, ἅπαν τὸ πλῆθος, καὶ ἐκ τῶν λόγων, καὶ ἐκ τῶν βαΐων ἐμήνυον ὅτι νικητὴς ὁ παραγενόμενος, μᾶλ λον δὲ ὅτι Θεὸς ὁ γνωριζόμενος. Θεῷ γὰρ μόνῳ ἁρμόδιαι αἱ φωναὶ αἱ τότε βληθεῖσαι, καὶ τοῖς συνετοῖς θεῖα μυ στήρια παραγυμνοῦσαι, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· τουτέστι, Σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις· οὕτω γὰρ ἑρμη νεύεται τῇ Ἑβραΐδι φωνῇ τὸ, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ὡς ἄνω σωτηρία, καὶ κάτω φιλανθρωπία. Ὦ ὄχλου θεογνωσία ἀγγελικῆς διακονίας μετεσχηκότος! γῆν πατοῦντες, καὶ οὐρανὸν χωροβατοῦντες· σῶμα περικεί μενοι, καὶ τὰ τῶν ἀσωμάτων μετερχόμενοι· Ἰουδαῖοι τὴν προσηγορίαν, καὶ Χριστιανοὶ τὴν ἐργασίαν· κοσμι κοὶ τὴν διαγωγὴν, καὶ ἀποστολικοὶ τὴν ὁμολογίαν· ἄνω θεν καὶ οὗτοι, ὡς Πέτρος, τὴν ἀποκάλυψιν ἐδέξαντο.

Ὥσπερ γὰρ ὁ κορυφαῖος τῶν ἀποστόλων οὐκ ἐξ οἰκείας μελέτης, ἀλλ' ἐκ θείας ἀποκαλύψεως ἔλεγε πρὸς τὸν Κύριον, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ὁ Κύ ριος δεικνύων ὅτι οὐκ ἐξ οἰκείων λογισμῶν, ἀλλ' ἐκ τοῦ Πατρὸς ἔλαβε τὴν ἀποκάλυψιν, μακαρίζων αὐτὸν ἔλεγε· Μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκά λυψιν δεξάμενος ἀνεβόα πρὸς τὸν Κύριον λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου, Βασιλεὺς τοῦ Ἰσραήλ. Ἔστι δὲ πάντως εἰκὸς εἰπεῖν, τίς καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις, ὅτι ὁ Ἰουδαϊκὸς οὗτος ὄχλος ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν. Πόθεν οὖν ὑμῖν ὑποδείξω; Ἐξ αὐτῶν τῶν τοῦ Κυρίου ῥημάτων· Ἰδόντες γὰρ, φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ, καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ ∆αυῒδ, ἠγανάκτησαν καὶ εἶπον τῷ Ἰησοῦ· Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲἸησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; Καὶ οὐκ ἐκ μόνων δὲ τῶν τοῦ Κυρίου ῥημάτων, ἀλλὰ καὶ ἐκ τῆς παραδόξου τῶν ὄχλων συστροφῆς καὶ ἀπαν τήσεως καὶ τῶν ἔργων ὧν ἐποίουν, οὐ μόνον κράζοντες, ἀλλὰ καὶ τοὺς κλάδους τῶν ἐλαιῶν, καὶ τὰ βαΐα τῶν φοινίκων κόπτοντες, καὶ ταῖς χερσὶ φέροντες, καὶ τὰ ἱμάτια αὐτῶν ὑποστρωννύοντες, καὶ