1

 2

1

In resurrectionem domini

Εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εἰς τὰς μυροφόρους.

62.753

Σφόδρα μοι καὶ νῦν, ὡς ἀεὶ, κρατεῖ τῆς διανοίας τῆς δεσποτικῆς ἀναστάσεως τὰ θαύματα, καὶ τὰ φοβερὰ τῶν μυστηρίων θεάματα καταπλήττει μου τῆς ψυχῆς τὴν ἐνθύμησιν· ὅτι δόξαν ἐγέννησεν ἀτιμία, καὶ πάθος ἐπή γασεν ἀνθρώποις ἀπάθειαν· ὅτι ξύλον τιμωρίας ξύλου δουλείας ἐῤῥύσατο, καὶ ἧλοι τὴν πολύῤῥιζον ἁμαρτίαν ἀνέσκαψαν· ὅτι στέφανος ἀκανθῶν καθολικὴν κατάραν ἀνέτρεψε, καὶ σταυρὸς ἐπονείδιστος κόσμον αἰσχύνης ἀπήλλαξεν· ὅτι λόγχῃ νυγεῖσα πλευρὰ κόσμου μυστη ρίων γέγονε πύλη, καὶ τάφος τριήμερος οἶκος ζωῆς ἀπε δείχθη· ὅτι τελώνης θεολογίας ἐφθέγξατο δόγματα, καὶ ἄγγελος ταῖς τῶν γυναικῶν ψυχαῖς χαρᾶς ἐνέσπειρε ῥήματα.

Οὐ φέρω σιγᾷν τὰ τοῦ ∆εσπότου παράδοξα, εἰ καὶ τῷ πλήθει τῶν θεοσημειῶν φθάνειν λόγος οὐκ ἀρκεῖ πρὸς διήγησιν· χορεύω σὺν τῷ λῃστῇ, σκιρτῶ σὺν τῇ Μαρίᾳ, πειθαρχῶ τῷ εὐαγγελιστῇ κεκραγότι· Ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ, σεισμὸς ἐγένετο μέγας· ἄγγε λος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν, ὡσεὶ χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων. Ταύτης πρώην ἐπήκουες τῆς φωνῆς· ἐν τῇ φοβερᾷ νυκτὶ, μᾶλλον δὲ ἐν τῷ μεγάλῳ φωτὶ, Ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεω ρῆσαι τὸν τάφον.

Ἀγαθὴ τῶν γυναικῶν ἡ σπουδὴ, 62.754 εὐαγγελικὸς τῶν ἀπαντηθεισῶν γυναικῶν ὁ δρόμος, αὐτῶν δηλῶν ἀνδρεῖον τὸ φρόνημα. Τάχα δὲ τῶν ἀπο στόλων εὐφημότερα τῶν εὐολίσθων τὰ βήματα. Οἱ μὲν γὰρ πεφευγότες οἴκοι μετὰ δέους ἐκρύπτοντο· αἱ δὲ καταδραμοῦσαι θαρσαλέως ἐπὶ τὸν τάφον, τὸν ἐν νεκροῖς ἐθρήνουν ἐλεύθερον, εὐγνώμονι πίστει τὸν φιλόχριστον πληροῦσαι σκοπόν. Οὐκ ἐφοβήθησαν Ἰουδαίους, οὐκ ἐνενόησαν τοὺς τηροῦντας, οὐκ ἐλογίσαντο τῶν σταυ ρωσάντων τὴν ἀκμάζουσαν ἔτι μανίαν, οὐ τῶν προσ εδρευόντων τὴν πρόχειρον πρὸς ὕβρεις ἀναίδειαν, οὐδὲν κατ' ἐνθύμησιν μελετήσασαι τῶν δεινῶν· ἀλλ' ὡς ἐπὶ θυσιαστηρίου τοῦ μνήματος μετὰ δακρύων προσήρ χοντο, ἐκεῖ κλαίουσαι, ὅθεν ὁ τὰς τῆς Εὔας λύπας παύ σας ἐγήγερτο, ὅπου πᾶς ὁ κόσμος ἤμελλεν ἑορτάζειν· Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας.

Ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθισεν ἐπάνω αὐτοῦ. Εἰ καταβάντος ἀγγέλου σεισμὸς ἐγένετο μέγας, πῶς, σταυρουμένου τοῦ τῶν ἀγγέλων ∆εσπότου, ἐπὶ τοῖς τολμωμένοις ἡ γῆ δικαίως οὐκ ἐσαλεύετο; Τίνος δὲ χάριν ἐπὶ τοῦ πάθους σεισμὸς, καὶ ἐπὶ τῆς ἀναστάσεως πάλιν σεισμός; Φόβος φόβῳ συνάπτεται, ἵνα τοῦ θανάτου παντελῶς ἀνατραπῇ τὰ θεμέλια. Σει σμὸς ἐγένετο μέγας, ἔτρεμον λίθοι, καὶ ἐχόρευον Ἰου δαῖοι. Ἀλλ' ἣν ἐνόμισαν ἑορτὴν ἄγειν, ταύτην διηνεκῆ κατηφείας ὑπόθεσιν ἔλαβον. ∆ιεχειρίσαντο τὸν ἀμνὸν, ἀλλ' ἀπώλεσαν τοὺς βωμούς· ἀνήλωσαν τὸν κληρονό μον, ἀλλὰ τῆς διαθήκης ἐξέπεσαν· διεμερίσαντο τὰ ἱμάτια, ἀλλ' ἐστερήθησαν τῶν θαυμάτων· ἐσφράγισαν 62.755 τὸν τάφον, ἀλλ' ἐζημιώθησαν τὸν