1
In sanctum Julianum martyrem
ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΡΤΥΡΑ ΙΟΥΛΙΑΝΟΝ.
50.665 αʹ. Εἰ ἐν τῇ γῇ τοιαῦται τοῖς μάρτυσιν αἱ τιμαὶ, μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ποταποὶ πλέκονται ἐν οὐρα νοῖς οἱ στέφανοι ταῖς ἁγίαις αὐτῶν κεφαλαῖς; εἰ πρὸ 50.666 τῆς ἀναστάσεως τοσαύτη ἡ δόξα, πόση μετὰ τὴν ἀνάστασιν ἡ λαμπρότης; εἰ παρὰ τῶν συνδούλων τοσαύτης θεραπείας ἀπολαύουσι, πόσης τεύξονται 50.667 παρὰ τοῦ ∆εσπότου τῆς εὐνοίας; εἰ ἡμεῖς οἱ πονηροὶ οἴδαμεν τοὺς κατορθοῦντας τῶν συνδούλων οὕτω τιμᾷν καὶ ἐκπλήττεσθαι, ἐπειδὴ ὑπὲρ Χριστοῦ ἠγωνίσαντο· πόσῳ μᾶλλον ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος δώσει μυρία ἀγαθὰ τοῖς ὑπὲρ αὐτοῦ πεπονηκόσι; Καὶ γὰρ μεγαλό δωρός ἐστι καὶ φιλάνθρωπος· ἀλλ' οὐ δι' αὐτὸ τοῦτο μένουσιν αὐτοὺς μεγάλαι αἱ τιμαὶ, ἀλλ' ὅτι καὶ ὀφει λέτης ἐστὶν αὐτῶν.
Οὐκ ἐσφάγησαν ὑπὲρ ἡμῶν οἱ μάρτυρες, καὶ ὅμως συντρέχομεν εἰς τὴν ἐκείνων τι μήν. Εἰ δὲ ἡμεῖς, ὑπὲρ ὧν οὐκ ἐσφάγησαν, συντρέ χομεν, ὁ Χριστὸς, ὑπὲρ οὗ τὰς κεφαλὰς ἀπέθεντο, τί οὐ ποιήσει; εἰ οἷς μηδὲν ὤφειλε, τοσαῦτα ἔδωκεν ἀγαθὰ, τούτους, οἷς ὀφειλέτης ἐστὶ, πόσαις οὐκ ἀμεί ψεται δωρεαῖς; Οὐδὲν ὤφειλε πρὸ τούτου τῇ οἰκου μένῃ· Πάντες γὰρ ἥμαρτον, φησὶ Παῦλος, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· μᾶλλον δὲ ὤφειλε κόλασιν καὶ τιμωρίαν· ἀλλ' ὅμως κόλασιν ἡμῖν ὀφείλων καὶ τιμωρίαν, ζωὴν αἰώνιον ἐχαρίσατο. Εἰ τοίνυν οἷς κόλασιν ὤφειλε, τούτοις βασιλείαν ἔδωκεν· οἷς ζωὴν αἰώνιον ὀφείλει, τί οὐ δώσει; καὶ πόσαις αὐτοὺς οὐ τιμήσει τιμαῖς; εἰ ὑπὲρ τῶν μισούντων αὐτὸν ἐσταυ ρώθη, καὶ τὸ αἷμα ἐξέχεεν, ὑπὲρ τῶν τὸ αἷμα ἐκ χεάντων διὰ τὴν εἰς αὐτὸν ὁμολογίαν, τί οὐκ ἐργάσεται; εἰ τοὺς ἀποστρεφομένους καὶ ἀπο πηδῶντας οὕτως ἠγάπησεν, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτῶν, τοὺς ἀγαπήσαντας αὐτὸν μέτρῳ μεγίστῳ (Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ), πόσῃ δέξεται εὐνοίᾳ καὶ θεραπείᾳ; Οἱ μὲν οὖν ἀθληταὶ τῶν ἔξωθεν ἀγώνων ἐν τῷ αὐτῷ σκάμματι καὶ πα λαίουσι, καὶ νικῶσι, καὶ ἀνακηρύττονται, καὶ στε φανοῦνται· οὗτοι δὲ οἱ ἀθληταὶ τῆς εὐσεβείας οὐχ οὕτως· ἀλλ' ἐπάλαισαν μὲν ἐν τῷ παρόντι αἰῶνι, στεφανοῦνται δὲ ἐν ἐκείνῳ τῷ μέλλοντι· ἐπύκτευσαν ἐνταῦθα τῷ διαβόλῳ καὶ περιεγένοντο, ἀνακηρύττον ται δὲ ἐκεῖ. Καὶ ἵνα μάθητε, ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ οὐκ ἐνταῦθα αὐτοῖς οἱ στέφανοι δίδονται, ἀλλ' ἐκεῖ πᾶσαι αὐτοὺς ἀναμένουσιν αἱ δωρεαὶ, ἀκούσατε τοῦ Παύλου λέγοντος, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνι σμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· ποῦ καὶ πότε; Ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής. Ἐνταῦθα ἔδραμεν, ἐκεῖ στεφανοῦται· ἐνταῦθα ἐνίκησε, κἀκεῖ ἀναγορεύ εται. Ἠκούσατε αὐτοῦ καὶ σήμερον βοῶντος καὶ λέγοντος, Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐ τὰς ἰδόντες, καὶ ἀσπασάμενοι. Τίνος οὖν ἕνεκεν τοῖς μὲν ἀθληταῖς τοῖς ἔξωθεν ὁμοῦ καὶ αἱ νῖκαι, καὶ οἱ στέφανοι, τοῖς δὲ ἀθληταῖς τῆς εὐσεβείας οὐχ ὁμοῦ καὶ αἱ νῖκαι, καὶ οἱ στέφανοι, ἀλλὰ μετὰ τοσοῦτον τὸ διάστημα τοῦ χρόνου; Ἵδρωσαν, ἐπόνεσαν ἐνταῦθα, μυρία ὑπέμειναν τραύματα, καὶ οὐκ εὐθέως αὐτοὺς στεφανοῖ;
Οὐχὶ, φησίν· οὐ γὰρ δέχεται ἡ φύσις τοῦ παρόντος βίου τὸ μεγέθος ἐκείνης τῆς τιμῆς· ἐπί κηρος ὁ παρὼν αἰών ἐστι καὶ βραχὺς, ἄπειρος ἐκεῖνος, καὶ ἀθάνατος, καὶ ἀτελεύτητος. ∆ιὰ τοῦτο τοὺς μὲν πόνους συνεκλήρωσε τῷ βρα χεῖ καὶ προσκαίρῳ αἰῶνι, τοὺς δὲ στεφάνους ἐτα μιεύσατο τῷ ἀγήρῳ καὶ ἀθανάτῳ, ἵνα καὶ τῶν πόνων 50.668 τὸ φορτικὸν ὑποτέμνηται, τῇ ὀλιγότητι τοῦ χρόνου συγκαταλυόμενον, καὶ