1

 2

 3

1

Visio Danielis

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου λόγος ἐκ τὴν ὅρασιν τοῦ ∆ανιήλ.

Ἄκουσον, οὐρανέ, μετὰ ἀκριβᾶς, πῶς οἱ τέσσαρες βασιλεῖες μετ' ἀλλήλων

συνήχθησαν· Αἰθίωπες, Μακεδόνες, Ἕλληνες καὶ Ῥωμαῖοι. τοῦτοί εἰσιν οἱ τέσσαροι ἄνεμοι ἐν οἷς ἑώρακεν ∆ανιὴλ ὁ προφήτης σισείοντα τὴν μεγάλην θάλασσαν. Φίλιππος μὲν ὁ τοῦ Ἀλεξάνδρου πατήρ, αὐτὸς ἔγημε τοῦ Χουσὴθ θυγατέρα βασιλέως Αἰθιωπίας, ἐξ ἧς Ἀλέξανδρος τίκτεται Μακεδών. αὐτὸς ἔκτιζε Ἀλεξανδρείαν τὴν μεγάλην καὶ ἐβασίλευσεν ἐν αὐτῳ(sic) χρόνους ιεʹ καὶ ἐκυρίευσεν χωρῶν πολλῶν καὶ πόλεων καὶ ἕως τῆς θαλάσσης τῆς λεγομένης Ἡλίου χώρας. καὶ εἰσῆλθεν ἕως τῆς ἑώας γῆς καὶ ἐκεῖ εὗρεν ἔθνος ἀνεξιχνίαστον, πᾶν ζωφίον μαγάρον, ὄφεις, γάτας, μύγας (=μυίγας) καὶ πᾶν ἑρπετόν. Καὶ τοὺς νεκροὺς οὐκ ἔθαπτον, ἀλλὰ μᾶλλον ἴστιον (=ἤσθιον) καὶ ἐκτρόματα τῶν γυναικῶν εἶδος ἀκαθάρτων θηρίων. τοὺς νεκροὺς οὐκ ἔθαπτον, ἀλλὰ μᾶλλον ἴστιον αὐτούς. ταῦτα καταθεωρήσας Ἀλέξανδρος ὑπ' αὐτῶν ἐν ἀγροῖς γινόμενα δεδοικὼς μή πως πλατυνθῶσιν ἐν τῇ γῇ καὶ ἐνοῦσιν αὐτὴν ἐκ τῶν μιαρῶν ἐπιτηδευμάτων ἐδεήθη τοῦ Κυρίου ἐκτενῶς καὶ συνήγαγεν αὐτοὺς ἄνδρας σὺν γυναιξὶν καὶ τέκνοις καὶ ἁπλῶς εἰπεῖν πάσας τὰς παρεμβολὰς αὐτῶν καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς ἑώας γῆς καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως οὗ εἰσήλθωσαν ἐν τοῖς μέρεσιν τοῦ βοῤῥᾶ. καὶ οὐκ ἔστιν εἴσοδος ἀπὸ ἀνατολῶν ἢ δυσμῶν. αὖθις οὖν ἐλιπάρησεν τὸν Θεὸν καὶ ἀπέκλεισεν αὐτοὺς ἐκεῖσε μετὰ χαλκῶν πυλῶν ἐπιχρίσας ἀσήγχητον.

Ταῦτα οὖν τὰ μυσαρὰ καὶ κίβδηλα ἔθνη πάσαις ταῖς μαγικαῖς κακοτεχνίαις κέχρηνται καὶ ἐν τούτοις αὐτῶν τὴν ῥυπαρὰν καὶ ἀπάνθρωπον μᾶλλον δὲ καὶ μισόθεον γοητείαν κατήργησεν ἡ φύσις τοῦ ἀσυγχήτου. Ἐν δὲ τοῖς καιροῖς 34 ἐκείνοις κατὰ τὴν (τοῦ) Ἰεζεκιὴλ προφητείαν τὴν λέγουσαν· ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς συντελείας τοῦ κόσμου ἐξελεύσεται χόθ, γώγ, ἀνῆς, ἀγήγ, ἀχενάζ, φαρβατινός, φαζενοί, ὀλβιανοί, σαρματαί, θυάλαιοι καὶ ἀνθρωποφάγοι. Οὗτοι εἴκοσι δύο βασιλεῖς καθεστήκασιν ἔνδον τῶν Κασπίων πυλῶν ὧν κατεσκεύασεν Ἀλέξανδρος ὁ βασιλεύς. Βύζας οὖν ὁ βασιλεὺς ὁ κτίσας τὸ Βυζάντιον ἀπέστειλεν εἰς Αἰθιωπίαν πρὸς Φὸλ βασιλέα Αἰθιωπίας Γερμανικὸν τὸν αὐτοῦ στρατηγὸν εἰρηνεῦσαι μετ' αὐτοῦ, γράψας αὐτῷ καὶ περὶ Χουσὴθ τῆς θυγατρὸς αὐτοῦ, ὅπως λάβῃ αὐτὴν γυναῖκα καὶ βασιλεύσῃ σὺν αὐτῇ. ∆εξάμενος οὖν ὁ βασιλεὺς τὰ γράμματα παρὰ Γερμανικοῦ καὶ ἑωρακὼς τὰς παρ' αὐτοῦ φιλοτιμίας εὐ(φ)ράνθη ἄγαν, ἀνέστη δὲ καὶ αὐτὸς καὶ συνήγαγεν ἐξ ὅλων τῶν ἐθνῶν Αἰθιωπίας πλῆθος στρατιᾶς. λαβὼν δὲ καὶ τὴν θυγατέραν αὐτοῦ Χουσὴθ καὶ ἐπορεύθη εἰς τὸ Βυζάντιον καὶ ἔδωκεν φιλοτιμίαν μεγάλην ἔχων μεθ' ἑαυτοῦ τεσσαράκοντα χιλιάδας Αἰθιώπων. Ἐδεξιώθη δὲ αὐτοὺς ὁ βασιλεὺς Βύζας πέραν τῆς θαλάσσης ἐν Χαλκηδόνι μετὰ πλείστης θυμηδίας, δέδωκεν δώματα πολλὰ τοῖς συνοῦσιν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ Βυζάντιον καὶ δέδωκεν φιλοτιμίαν μεγάλην καὶ δῶρα μέγιστα κατὰ τὴν βασιλικὴν συνήθειαν.

Καὶ ἔλαβεν Βύζας ὁ βασιλεὺς τὴν Χουσὴθ θυγατέραν βασιλέως Αἰθιωπίας ἐξ ἦς τίκτεται αὐτῷ θυγάτηρ ἣν καὶ ἐκάλεσεν ἐπὶ τὸ ὄνομα τῆς πόλεως αὐτοῦ Βυζαντίαν. αὐτὴν δὲ ἔγημε Ῥωμύλος ὁ βασιλεὺς Ῥώμης ὁ Ἀρχέλαος, διὰ δὲ τὴν ὑπερβάλλουσαν αὐτὴν ὡραιότητα ἠγάπησεν αὐτὴν σφόδρα. Ἦν δὲ αὐτὸς λίαν πλούσιος καὶ μεγαλόψυχος ὅθεν καὶ ἐν τοῖς προικίοις ἐδωρήσατο τὴν Ῥώμην. ἀκούσαντες δὲ οἱ μεγιστᾶνες αὐτοῦ ἠγανάκτησαν κατ' αὐτοῦ. Τέτοκεν δὲ καὶ ἡ Βυζαντία τρεῖς υἱοὺς καὶ τὸν μὲν πρῶτον ὠνόμασεν κατὰ τὴν αὐτοῦ προσηγορίαν