1
ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *
3ος Τόμος 14 Β ....................................................................................................................... 1 ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ .............................................................................................................. 1 4ος Τόμος 14 Γ ................................................................................................................... 100 ... συνέχεια ... ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ ................................................................................. 100
3ος Τόμος 14 Β ΠΡΟΣ ΘΑΛΑΣΣΙΟΝ * ΤΑ∆Ε ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ∆Ε Τῼ ΠΡΩΤῼ ΒΙΒΛΙῼ ΤΩΝ ΑΠΟΡΩΝ ΤΗΣ ΘΕΙΑΣ
ΓΡΑΦΗΣ 14Β_018 ΜΑΞΙΜΟΥ ΜΟΝΑΧΟΥ ΠΡΟΛΟΓΟΣ ΤΩΝ ΠΑΡΑΚΕΙΜΕΝΩΝ ΕΝ ΤΟΙΣ ΜΕΤΩΠΙΟΙΣ ΣΧΟΛΙΩΝ Φυσικὸν μὲν τοῖς λογικοῖς πέφυκε κάλλος ὁ λόγος· λόγου δὲ κάλλος ἡ κατὰ
τὸν λόγον ἀκριβὴς τῶν λογικῶν ἐστι σύνεσις· συνέσεως δὲ κάλλος ἐστὶν ἡ κατὰ τὴν ἀρετὴν σὺν λόγῳ τῶν λογικῶν γόνιμος ἕξις· ταύτης δὲ κάλλος τῆς ἕξεως ἡ περὶ τὴν ἀληθῆ γνῶσιν ἀπλανὴς θεωρία καθέστηκεν, ἧς τέλος ἐστὶν ἡ σοφία, συνέσεως ὑπάρχουσα σαφεστάτη συμπλήρωσις, οἷα δὴ λόγος τυγχάνουσα κατὰ φύσιν τετελεσμένος, ὅστις ἐστὶ νοῦς καθαρός, τῇ περὶ τὴν αἰτίαν ἑνώσει σχέσιν λαβὼν ὑπὲρ νόησιν· καθ᾽ ἥν, ἀποπαύσας τὴν πολυποίκιλον πρὸς τὰ μετὰ τὴν αἰτίαν φυσικὴν αὐτοῦ κίνησίν τε καὶ σχέσιν, μόνης ἀγνώστως ἀντέχεται, κατὰ τὴν ἄφθεγκτον λῆξιν γεγενημένος, τῆς ὑπὲρ νόησιν παμμακαρίστου σιγῆς, ἣν δηλῶσαι παντελῶς οὐ δύναται λόγος ἢ νόησις, ἀλλὰ μόνη κατὰ τὴν μέθεξιν ἡ πεῖρα τῶν ἀξιωθέντων τῆς ὑπὲρ νόησιν ἀπολαύσεως, ἧς σημεῖόν ἐστιν εὔγνωστόν τε καὶ πᾶσι κατάδηλον ἡ κατὰ διάθεσιν πρὸς τὸν αἰῶνα τοῦτον παντελὴς ἀναισθησία τῆς ψυχῆς καὶ διάστασις.
Ἐντεῦθεν, εἰδὼς μηδὲν λόγου κατὰ φύσιν εἶναι τοῖς λογικοῖς οἰκειότερον, μήτε μὴν τῆς περὶ αὐτὸν τριβῆς καὶ συνέσεως τοῖς φιλοθέοις πρὸς εὐδοξίαν