1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

73

12. Τοῦ μέν θανάτου μήτηρ ἐστίν ἡ ἡδονή· τῆς ἡδονῆς δέ θάνατός ἐστιν ὁ πόνος, ὅ τε προαιρετικός καί ὁ παρά προαίρεσιν.

13. Ὁ τήν ἀρετήν ἀγαπῶν, τήν τῶν ἡδονῶν ἑκουσίως ἀπομαραίνει κάμινον· ὁ δέ τῇ γνώσει τῆς ἀληθείας πεποιωμένος τόν νοῦν, ἀκουσίοις οὐκ ἐπέχεται πόνοις τῆς κατὰ τήν ἔφεσιν πρός τόν Θεόν φερούσης ἀεικινησίας.

14. Ὅτι διά τῆς παραβάσεως ἡ ψυχή κοιλανθεῖσα, τοῖς δαίμοσι καθάπερ ὄρεσιν τό ὕψος δέδωκεν· τουτέστι τό καθ᾿ ἑαυτῆς κράτος.

15. Ἀρετή κατά τήν πρᾶξιν ἐνεργουμένη, φωνή γίνεται τῆς βοώσης γνώσεως, ὡς ἐν ἐρήμῳ, τῇ παθῶν ἐστερημένῃ καταστάσει τῆς ψυχῆς. Πρόδρομος γάρ τῆς ἀληθοῦς σοφίας ἡ ἀρετή, μηνύουσα τήν μετ᾿ αὐτήν κατ᾿ οἰκονομίαν φανησομένην ἀλήθειαν, πρό αὐτῆς κατ᾿ αἰτίαν ὑπάρχουσαν.

ΜΗ (48). ΠΕΡΙ ΤΩΝ ΛΑΚΚΩΝ ΚΑΙ ΠΥΡΓΩΝ ΟΖΙΟΥ ΒΑΣΙΛΕΩΣ ΙΟΥ∆Α. 48. ΕΡΩΤΗΣΙΣ ΜΗ' Περὶ τοῦ Ὀζίου φησὶν ἡ δευτέρα τῶν Παραλειπομένων ὅτι ἐποίησε τὸ εὐθὲς

ἐνώπιον Κυρίου, καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου. Καὶ εὐόδωσεν αὐτῷ ὁ Κύριος. Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσεν. Καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησεν λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφιλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν. Τίνες οἱ πύργοι καὶ τίς ἡ (14Β_308> πύλη τῆς γωνίας καὶ τίς ἡ φάραγξ καὶ ἡ γωνία αὐτῆς; καὶ τίνες πάλιν αἱ γωνίαι τίνες τε οἱ ἐν τῇ ἐρήμῳ πύργοι; καὶ τίνες οἱ λελατομημένοι λάκκοι τίνα τε τὰ κτήνη; καὶ τίς ἡ Σεφιλὰ καὶ ἡ πεδινὴ τίνες τε οἱ ἀμπελουργοί; καὶ τίς ἡ ὀρεινὴ καὶ ὁ Κάρμηλος καὶ τὸ ὅτι γεωργὸς ἦν;

Ἀπόκρισις. Ἐλθέ, Λόγε Θεοῦ πανύμνητε, δὸς τῶν οἰκείων λόγων τὴν σύμμετρον ἡμῖν

ἀποκάλυψιν καί, περιελὼν τὴν τῶν ἐπικαλυμμάτων παχύτητα, δεῖξον ἡμῖν, Χριστέ, τὸ κάλλος τῶν νοουμένων. Λαβοῦ τῆς χειρὸς ἡμῶν τῆς δεξιᾶς, τῆς ἐν ἡμῖν λέγω νοερᾶς δυνάμεως, καὶ ὁδήγησον ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου καὶ εἰς τὸν τόπον ἄγαγε τῆς θαυμαστῆς σου σκηνῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος, ὅπως καὶ ἡμεῖς, διὰ τῆς κατὰ τὴν πρᾶξιν ἐξομολογήσεως καὶ τῆς κατὰ τὴν θεωρίαν ἀγαλλιάσεως πρὸς τὸν σὸν τῆς εὐωχίας ἄφραστον τόπον ἐλθεῖν ἀξιωθέντες, συνηχήσωμεν τοῖς ἐκεῖσε πνευματικῶς ἑορτάζουσιν, τὴν τῶν ἀλαλήτων γνῶσιν ἀσιγήτοις νοῦ φωναῖς ἀναμέλποντες. Καί μοι σύγγνωθι, Χριστέ, καὶ ἵλαθι διὰ τὴν τῶν ἀξίων σου δούλων ἐπιταγὴν κατατολμῶντι τῶν ὑπὲρ δύναμιν, καὶ φώτισον πρὸς τὴν τῶν προκειμένων θεωρίαν τὴν ἀφώτιστόν μου διάνοιαν, ἵνα πλέον δοξασθῇς, τυφλοῖς τὸ βλέπειν διδοὺς καὶ μογιλάλοις τρανὴν τὴν γλῶσσαν ποιούμενος.

Οἶμαι τοίνυν ὅτι, ὥσπερ ἕως τινὸς Χριστοῦ τοῦ Θεοῦ τύπος ὑπῆρχεν ὁ Σολομῶν, οὕτως καὶ Ὀζίας ἕως τινὸς τύπος ἦν τοῦ Σωτῆρος. Ἰσχὺν γὰρ Θεοῦ πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενον σημαίνει Ὀζίου τὸ ὄνομα, ἰσχὺς δὲ φυσικὴ καὶ δύναμις ἐνυπόστατος τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς (14Β_310> Χριστός, ὁ εἰς κεφαλὴν γωνίας γενόμενος λίθος, λέγω δὲ τῆς Ἐκκλησίας. Ὡς γὰρ ἡ γωνία δύο τοίχων ποιεῖται δι᾽ ἑαυτῆς πρὸς ἀλλήλους συνάφειαν, οὕτως ἡ τοῦ Θεοῦ Ἐκκλησία τῶν δύο λαῶν, τοῦ τε ἐξ ἐθνῶν καὶ τοῦ ἐξ Ἰουδαίων, ἕνωσις γίνεται, τὸν Χριστὸν ἔχουσα σύνδεσμον, τὸν οἰκοδομοῦντα τοὺς πύργους ἔν τε Ἱερουσαλήμ, τὴν ὅρασιν λέγω τῆς εἰρήνης, τοὺς θείους καὶ ἀκαθαιρέτους πρώτους τῶν περὶ θεότητος δογμάτων λόγους, ἤγουν ὀχυρώματα, καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας τοὺς τῶν περὶ