Selecta in Psalmos
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΨΑΛΜΟΥΣ. 12.1053 ∆ιὰ τοὺς ἐπιγεγραμμένους ψαλμοὺς «εἰς τὸ τέ λος,» ἐπελεξάμεθα τοὺς ὅρους αὐτοῦ, ἐκ μὲν τῶν Ἀριστοτέλους οὕτως ἔχοντας· Τέλος ἐστὶν οὗ ἕνεκεν τὰ ἄλλα, αὐτὸ δὲ μηδενὸς ἕνεκεν· ἢ οὕτως· οὗ ἕνε κεν τὰ ἄλλα, αὐτὸ δὲ οὐκ αὐτῶν ἕνεκα· ἢ οὕτως· δι' οὗ τὰ ἄλλα τις πράττει, αὐτὸ δὲ διὰ μηδὲν ἄλλο· ἐκ δὲ τῶν Ἡροφίλου περὶ Στωϊκῆς ὀνομάτων χρήσεως οὕτως· Τέλος δ' εἶναι λέγουσι κατηγόρημα οὗ ἕνεκεν τὰ λοιπὰ πράττομεν, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν· τὸ δὲ συζυγοῦν τούτῳ, καθάπερ ἡ εὐδαιμονία τῷ εὐδαιμονεῖν, σκοπόν· ὃ δὴ ἔσχατόν ἐστι τῶν αἱρε τῶν. Εἰ δὲ καὶ οἱ περὶ Θεοῦ ὅροι, καὶ ὅσα σημαίνεται ἐκ τῆς Θεός προσηγορίας, χρήσιμόν τι ἡμῖν παρ έξουσιν, ἐκλεξαμένοις ἀπ' αὐτῶν τοὺς διαφέροντας τῇ Γραφῇ, καὶ αὐτὸς ἐπιστήσεις. Φησὶν οὖν ὁ αὐτὸς Ἡρόφιλος· Θεὸν μὲν γενικώτατα λέγουσι ζῶον ἀθά νατον, λογικὸν, καθὸ πᾶσα λογικὴ ψυχὴ Θεός ἐστιν. Ἄλλως δὲ, ζῶον ἀθάνατον, λογικὸν, καθ' αὑτὸ ὄν· ὡς τὰς ἐν ἡμῖν περιεχομένας ψυχὰς μὴ εἶναι θεούς· ἀπαλλαγείσας δὲ τῶν σωμάτων ἔσεσθαι. Κατ' ἄλλον δὲ τρόπον, Θεὸν λέγεσθαι ζῶον ἀθάνατον, λογικὸν, σπουδαῖον· ὥστε πᾶσαν ἀστείαν ψυχὴν Θεὸν ὑπάρ χειν, κἂν ἐν ἀνθρώπῳ περιέχηται· ἄλλως δὲ λέγεσθαι Θεὸν τὸ καθ' αὑτὸ ὂν ζῶον ἀθάνατον, σπουδαῖον· ὡς τὰς ἐν ἀνθρώποις σοφοῖς περιεχομένας ψυχὰς μὴ ὑπάρχειν θεούς. Καὶ ἔτι ἄλλως λέγουσι Θεόν· Ζῶον ἀθάνατον, σπουδαῖον, ἔχον τινὰ ἐπιστασίαν ἐν τῷ κόσμῳ κατὰ τὴν διοίκησιν, ὃν τρόπον ὁ ἥλιος καὶ ἡ σελήνη. Ἄλλως δὲ λέγει Θεὸν τὸν πρῶτον διοικητι κὸν τοῦ κόσμου. Ἐπὶ πᾶσι δὲ Θεὸν λέγουσι· Ζῶον 12.1056 ἄφθαρτον καὶ ἀγέννητον, καὶ πρῶτον βασιλέα, ἢν ἔχει χώραν ὁ σύμπας κόσμος. Εἰς πέντε βιβλία διαιροῦσιν Ἑβραῖοι τὴν τῶν Ψαλμῶν βίβλον· ὧν τὸ μὲν πρῶτον· «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν,» ἕως τῶν τελευταίων τοῦ τεσσαρακοστοῦ· τὸ δὲ δεύτερον· «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος,» ἕως πρώτου ἑβδομηκο στοῦ· τὸ δὲ τρίτον· «Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς τοῖς εὐθέσι τῇ καρδίᾳ,» ἕως πηʹ· τὸ δὲ τέταρ τον· «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ,» ἕως τοῦ ρεʹ· τὸ δὲ πέμπτον· «Ἐξομολογεῖσθε τῷ Κυρίῳ,» ἕως τῶν ἐσχάτων. Ἐγὼ μὲν ᾤμην ἕνα εἶναι ἐν τῇ βίβλῳ τῶν Ψαλ μῶν, ὃς ἐπεγέγραπτο· «Προσευχὴ τοῦ Μωϋσῆ ἀν θρώπου τοῦ Θεοῦ·» τὸ ὕστερον δὲ ἀνακινούμενος περί τινων λογίων Θεοῦ Ἰούλλῳ τῷ πατριάρχῃ, καί τινι τῶν χρηματιζόντων παρὰ Ἰουδαίοις σοφῶν, ἀκήκοα, ὅτι δι' ὅλης τῆς βίβλου τῶν Ψαλμῶν ἀπὸ τῶν αʹ καὶ βʹ, οἱ παρ' Ἑβραίοις ἀνεπίγραφοι, ἢ ἐπιγραφὴν μὲν ἔχοντες, οὐχὶ δὲ τὸ ὄνομα τοῦ γράψαν τος, ἐκείνου εἰσὶν οὗ τὸ ὄνομα φέρεται ἐν τῷ πρὸ τούτων ἐπιγραφὴν ἔχοντι ψαλμῷ. Καὶ περὶ τούτων λέγων, πρότερον μὲν ἔφασκεν, ὅτι τρισκαίδεκά εἰσιν οἱ τοῦ Μωϋσέως· ὡς δὲ ἐξ ὧν ἀκήκοα καὶ αὐτὸς ... τὴν ἀνέφερον ἐπ' αὐτὸν, ὅτι εἰσὶν ἕνδεκα· εἶτα πυθόμε νος τοῦ παρ' αὐτοῖς δοκοῦντος σοφοῦ, ἐμάνθανον, ὅτι εἶεν ἕνδεκα, ὧν τοῦ μὲν πθʹ ἡ ἀρχή· «Κύριε, κατα φυγὴ ἡμῖν ἐγενήθης ἐν γενεᾷ καὶ γενεᾷ·» καὶ τοῦ ἑξῆς παρ' ἡμῖν ἐνενηκοστοῦ φερομένου, ἡ ἀρχὴ ἦν· «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου·» ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως. Ἀλλὰ καὶ τὸν ἔχοντα μὲν ἐπιγραφὴν, οὐ μετ' ὀνόματος δὲ τοῦ γράψαντος αὐτόν· λέγω δὲ τὸν ἐνενηκοστὸν πρῶτον οὕτως ἐπι γεγραμμένον, «Ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαβ βάτου,» ἔλεγεν εἶναι Μωϋσέως, οὗ ἡ ἀρχή· «Ἀγα θὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε·» ἀνεπίγραφος δὲ ἦν καὶ ὁ ὡς ἐνενηκοστὸς δεύτερος φερόμενος, οὗ ἡ ἀρχὴ, «Ὁ Κύ ριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο·» ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως· ὁμοίως