κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι, καὶ δή ξεται αὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖθεν ἐντελοῦ μαι τῇ ῥομφαίᾳ, καὶ ἀποκτενεῖ αὐτούς.» Καὶ εἶπα· Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, κ. τ. ἑ. Εἰ ἡ ἄγνοια καρδίας σκότος ἐστὶν, («ἐσκοτίσθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία·») εἰκότως ἄρα ὁ αἴ τιος ἡμῖν τοῦ σκότους τούτου γινόμενος, καὶ αὐτὸς ὀνομάζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν προαιρεῖται σκοτίζειν, τοῦ Θεοῦ μὴ συγχωροῦντος, ἀλλὰ τὸ σκότος φωτίζοντος· «Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.» Ὡς γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, οὕτω καὶ τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν. Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κ. τ. ἑ. Μακάριος οὗ οἱ νεφροὶ κτῆμα γεγόνασι τοῦ Κυ ρίου. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ, κ. τ. ἑ. Ὀστοῦν τὴν ψυχὴν ὠνόμασε νῦν, ἣν ἐποίησε μόνος ὁ Θεός. Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, κ. τ. ἑ. Ἀκατέργαστον ψυχὴ ἡ μὴ δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως. Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται, κ. τ. ἑ. Βιβλίον Θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γρά φεσθαι νοῦς καθαρός. Ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ Προνοίας λόγοι καὶ κρίσεως, δι' οὗ βιβλίου γινώσκεται ὁ Θεὸς ὡς δημιουργὸς καὶ σοφὸς καὶ προνοητὴς καὶ κριτής· καὶ δημιουργὸς μὲν διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ διὰ τοὺς ἀποκειμένους λόγους αὐτῆς· προ νοητὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κριτὴς δὲ πάλιν διὰ τὰ διάφορα σώματα τῶν λογικῶν, καὶ τοὺς ποικίλους κόσμους, καὶ τοὺς περι έχοντας τοὺς αἰῶνας. Ἡμέραι πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς, κ. τ. ἑ. Ἐν γνώσει πλασθήσονται, καὶ οὐδεὶς 12.1664 ἔσται γνώσεως ἐκτὸς, ὅπως γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ, κ. τ. ἑ. «Ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπι φαύσει σοι ὁ Χριστός·» διὸ ἔγερσίς ἐστιν ἡ ἀπὸ κα κίας ἐπ' ἀρετὴν ἐπάνοδος. Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, κ. τ. ἑ. Εἰ ὁ τέλειος, μισήσας τὸ πονηρὸν, ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων τῆς οἱασδηποτοῦν κακίας αὐτῶν τελείως οὐ μεμίσηκε τὸ πονηρόν. ∆οκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου, κ. τ. ἑ. Εἰ ὁ Θεὸς πῦρ καταναλίσκον ἐστὶ, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων. ΨΑΛΜΟΣ ΡΛΘʹ. Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους, κ. τ. ἑ. ∆ιὰ τῶν λογισμῶν ἡμῖν οἱ δαίμονες παρατάσσονται, ποτὲ μὲν ἐπιθυμίας κινοῦντες, ποτὲ δὲ ὀργὰς, ἄλλοτε πάλιν ἐν ταυτῷ θυμὸν καὶ ἐπιθυμίαν, δι' ὧν γίνεται ὁ λεγόμενος πεπλεγμένος λογισμός· ἀλλ' οὗτος ἐν καιρῷ τῆς ἀκηδίας συμβαίνει μόνον, οἱ δ' ἄλλοι ἐκ δια λείμματος ἐπέρχονται ἀλλήλους διαδεχόμενοι. Τὸν δὲ τῆς ἀκηδίας λογισμὸν κατ' ἐκείνην τὴν ἡμέραν οὐ δεὶς διαδέχεται διαλογισμὸς, πρῶτον μὲν, ὅτι καὶ χρονίζει, ἔπειτα δὲ καὶ σχεδὸν πάντας τοὺς λογισ μοὺς ἔχει ἐν ἑαυτῷ. Ἠκόνησαν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, κ. τ. ἑ. Τὸν ὀξύτατον λογισμὸν ἠκονημένον λέγει. Τοιοῦτος δὲ καὶ ὁ πρὸς βλασφημίαν τὸν νοῦν ὑφαρπά ζων λογισμός. Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ δια βήματά μου, κ. τ. ἑ. Ἀλλὰ καὶ τὰ φαῦλα νοή ματα πολλάκις οἱ δαίμονες οὐ γυμνὰ ἀποτίθενται ἡμῖν, ἵνα μὴ ὁ νοῦς ἄντικρυς τὸ ἄλογον αὐτῶν θεασά μενος, τοὺς λογισμοὺς ἀποῤῥίψῃ· ἀλλὰ μετά τινων ἄλλων χρηστοφανῶν νοημάτων τὰ πονηρὰ νοήματα ἐπισπείρουσι· καὶ τοῦτο μόνον ἐπὶ τῶν τελείων ποιοῦσι, τῶν μὴ ἐχόντων πάθη· τοῖς γὰρ ἐμπαθέσι καὶ ἀκαθάρτοις καὶ φανερῶς ἐμβάλλουσι τοὺς λογισ μοὺς, οὓς ἀπώσασθαι ἀδυνατοῦσιν. Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρὸς, κ. τ. ἑ. Τοῦτο τὸ πῦρ καὶ οἱ ἄνθρακες κατακαίουσι ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις κατανα λίσκοντα. Ἔγνων, ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων, κ. τ. ἑ. Προφητεία τοῦτο περὶ