Laudatio Barnabae apostoli Ἀλεξάνδρου μοναχοῦ ἐγκώμιον εἰς τὸν ἅγιον Βαρνάβαν τὸν ἀπόστολον, προτραπέντος ὑπὸ τοῦ πρεσβυτέρου καὶ κλειδούχου τοῦ σεβασ

 ὀνομαζόμενος ὁ ἀπόστολος. Τιμήσωμεν οὖν αὐτὸν κατὰ δύναμιν· τὸ γὰρ κατὰ δύναμιν εἰπεῖν εὐγνωμοσύνης ἀπόδειξις· τὸ δὲ κατ' ἀξίαν λέγειν συγχωρήσωμεν ἔχ

 ἀπόστολον ἐπᾶραι τοῖς ἐγκωμίοις ποθῶν, καὶ οὔπω ἥψατο τοῦ προοιμίου· τοῖς γὰρ ἐπαίνοις ἀπρό σιτος τυγχάνει ὁ θαυμάσιος. ∆ιὸ ἀφέντες ὡς ἀνέφικτον τὸν π

 ἐπεθύμουν ἰδεῖν οἱ πατέρες ἡμῶν· ἰδοὺ γὰρ Ἰησοῦς τίς προφήτης ἀπὸΝαζαρὲτ τῆς Γαλιλαίας ἐστὶν ἐν τῷ ἱερῷ, μεγαλοπρεπῶς θαυματουργῶν, καὶ ὡς τοῖς πολλοῖ

 ἄγροικον καὶ βιοθανῆ. Ὡς δὲ εἶδε τὰ διὰ τῶν ἀποστόλων γινόμενα τῶν θαυμάτων μεγα λουργήματα καὶ τοῦ λαοῦ τὸ πλῆθος τῶν καθ' ἡμέραν προστιθεμένων τῷ λό

 μαχον ὁ κύριος δι' ἑαυτοῦ ἐχειροτόνησεν. Τότε διηγήσατο αὐτοῖς ὁ Παῦλος ὅσα συνέβη αὐτῷ κατὰ τὴν ὁδόν, καὶ ὅτι εἶδε τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ,

 περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον. Ἰδὼν δὲ αὐτοὺς ὁ Μάρκος ὑπὸ πάντων τιμωμένους καὶ ὅτι μετὰ τοσαύτας αἰκίας καὶ κινδύνους ἐρρωμένοι εἰσὶ καὶ ὁλόκλη

 Ἰησοῦ Χριστοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσειν καὶ ποιεῖν αὐτὰς καὶ ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος· δεῖ γὰρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τ

 ἀρεσθείς, ἔγνω θεό πνευστον αὐτὴν εἶναι· καὶ χειροτονήσας τὸν Μάρκον, ἀπέστειλεν αὐτὸν ὡς ἱκανώτατον εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον καὶ Λιβύην καὶ

 ἀνακαλέσασθαι αὐτὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας, ὡς δὲ εἶδον αὐτὸν ἀντι λέγοντα καὶ μᾶλλον θρασυνόμενον κατὰ τῆς ὀρθοδόξου πίστεως, τότε ἀπεφήναντο κ

 βασιλεύουσαν καὶ ἐπὶ τοῦ οἰκουμενικοῦ πατριάρχου κριθῆναι πρὸς τοὺς Ἀντιοχείας, ἀπεναρκώθη τῷ φόβῳ, ὑφορώμενος τὰς τοῦ Κναφέως συσκευάς· Ἀνθέμιος δὲ ἦ

 αὐτοῦ καὶ ἐπέτρεψε τῷ πατριάρχῃ διακοῦσαι μετὰ τῆς ἐνδημούσης συνόδου τὰ μεταξὺ τῶν μερῶν καὶ τὸ παριστάμενον διαλαλῆσαι. Τοῦ δὲ συνεδρίου συγκροτηθέν

 Κυπρίους Κωνσταντιεῖς μηνὶ Μεσωρὶ τοῦ καὶ δεκάτου ἑνδεκάτῃ, κατὰ δὲ Ἀσιανοὺς ἤτοι κατὰ Παφίους μηνὶ Πληθυπάτῳ τοῦ καὶ ἐννάτου ἐννεακαιδεκάτῃ, συναγόμε

ὀνομαζόμενος ὁ ἀπόστολος. Τιμήσωμεν οὖν αὐτὸν κατὰ δύναμιν· τὸ γὰρ κατὰ δύναμιν εἰπεῖν εὐγνωμοσύνης ἀπόδειξις· τὸ δὲ κατ' ἀξίαν λέγειν συγχωρήσωμεν ἔχειν κατὰ παντὸς λόγου τὰ νικητήρια.Ὑμνείσθω τοίνυν πρὸς ἡμῶν τῶν ἐλαχίστων ὁ μέγας ἐν ἀποστόλοις Βαρνάβας· εὐφημείσθω ὁ υἱὸς τῆς πα ρακλήσεως παρὰ πάντων τῶν εἰς Χριστὸν πιστευόντων· δοξαζέσθω ὑπὸ πάσης κτίσεως ὁ τιμηθεὶς ὑπὸ τοῦ Πατρὸς καὶ κληθεὶς ὑπὸ τοῦ Υἱοῦ καὶ τελειωθεὶς τοῦ τοῦ ἁγίου Πνεύματος. Βαρνάβας, ὁ μέγας τῆς ἐκκλησίας ῥήτωρ, ἡ τοῦ εὐαγγελικοῦ κηρύγματος σάλπιγξ, τοῦ μονογενοῦς ἡ φωνή, ἡ κιθάρα τοῦ Πνεύματος, τὸ τῆς χάριτος πλῆκτρον. Βαρνάβας, ὁ ἰσχυρὸς τῶν ὑπὲρ Χριστοῦ στρατιώτης πολέμων, ὁ ἐν τῷ σώματι τὸν ἀσώ ματον τύραννον τροπωσάμενος μετὰ παντὸς τοῦ συνα ποστάτου αὐτοῦ στρατεύματος, τῶν ἀγαθῶν μαθημάτων ὁ εὐσεβὴς παιδοτρίβης, ὁ ἀπλανὴς ὁδηγὸς τῆς τοῦ Χριστοῦ ποίμνης, ὁ λογικὸς παράδεισος τοῦ θεοῦ, ὁ πάσης ἀρετῆς τὰ φυτὰ τεθηλότα ἐν ἑαυτῷ κεκτημένος, τὸ πολυανθὲς τῆς πίστεως βλάστημα, τὸ τῆς ἀγάπης εὐωδέστατον ῥόδον, τὸ τῆς ἐλπίδος ἀμαράντινον ἄνθος, ὁ τῆς χάριτος εὐωδέστατος στάχυς, τῆς ζωοποιοῦ ἀμπέλου τὸ πολύφορον κλῆμα, τῆς ἀθανασίας ὁ μελίστακτος βότρυς, ὁ τῆς ὑπομονῆς ἀσάλευτος πρόβολος, ὁ τῆς ἐγκρατείας σταυροφόρος ὁπλίτης, ὁ κατὰ τῶν χριστοκτόνων ἄφοβος στρατηλάτης, ἡ τοῦ σταυρωθέντος Χριστοῦ οὐρανομήκης παραφυάς. Βαρνάβας, ὁ υἱὸς τῆς παρακλήσεως, ὁ τῆς εὐσεβείας διδάσκαλος, ὁ στύλος καὶ ὄροφος τῆς πίστεως, ὁ πύργος ὁ ἄσειστος, ὁ θεμέλιος ὁ ἀρραγής, ἡ κρηπὶς ἡ ἀδιάλυτος, ἡ πέτρα ἡ ἀμετακίνητος, ὁ λιμὴν ὁ γαληνοφόρος τῶν χειμαζομένων, ἡ παράκλησις πάντων τῶν θλιβομένων, ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὁ ἄριστος ἀρχιτέκτων ὁ τὸν αἰθέριον πλοῦν καὶ ἰσάγγελον βίον ἐπὶ γῆς κατορθώσας, ὁ τῶν ἐκκλησιῶν προστάτης, ὁ τῶν πτωχῶν ἀντιλήπτωρ καὶ τῶν πενήτων χορηγὸς καὶ τροφεύς, ἡ τῶν χηρῶν παρηγορία καὶ τῶν ὀρφανῶν κηδεμονέστατος πατήρ.

Βαρνάβας, ὁ θησαυρὸς τῶν τοῦ Χριστοῦ μυστηρίων, ὁ ταμίας τῶν ὀρθοδόξων τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας δογμάτων, ὁ τῶν νο σούντων ἰατρὸς ἀκαπήλευτος, ἡ τῶν ὑγιαινόντων ἀ διάπτωτος εὐφροσύνη, ὁ τῆς τοῦ Χριστοῦ ἀγέλης φι λάγρυπνος φύλαξ, ὁ βαίνων ἐπὶ γῆς καὶ ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχων, ὁ βοήσας ἐν κόσμῳ δόγματα εὐ σεβείας καὶ λαβὼν ἐν οὐρανοῖς αἰώνια στέμματα, ὁ τῶν ἐθνῶν θεοφόρος ὁδηγὸς καὶ τῶν ἐκκλησιῶν θεομακά ριστος κήρυξ, ὁ λειμὼν τῆς εὐωδίας Χριστοῦ, ἡ ῥοδωνία τῶν οὐρανοπνόων ἀρετῶν, τὸ πολύφορον γεώργιον τῶν τοῦ Χριστοῦ χαρισμάτων, ὁ ἐπὶ γῆς μετελθὼν τὴν πολιτείαν τὴν ἄφθαρτον, κρείττονα βιώσας ἐπὶ γῆς ὡς ἐν οὐρανοῖς οἱ ἀσώματοι ἄγγελοι, ὁ ἐν ἀσκήσει διαπρέψας καὶ ἐν θεωρίαις προκόψας καὶ ἐν θαύμασι με γαλυνθείς, ὁ τῆς παρθενίας πολύτιμος μαργαρίτης, τῆς ἁγνείας τὸ ἐκλεκτὸν βηρύλλιον, τῆς σωφροσύνης τὸ καθαρὸν πάζιον, ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, τὸ σκεῦος τῆς ἐκλογῆς τοῦ θεοῦ, ὁ τὸν κόσμον κα ταλείψας καὶ τὰ ἐν αὐτῷ πάντα σκύβαλα ἡγησάμενος, ἵνα Χριστὸν μόνον κερδήσῃ τὸν βασιλέα τῶν αἰώνων, ὁ τὸν ἑαυτοῦ σταυρὸν ἀδιστάκτως ἀράμενος καὶ τῷΧριστῷ προθύμως ἀκολουθήσας ὡς ἀληθινὸς μαθητής, ὁ τῶν δαιμόνων φυγαδευτὴς καὶ τοῦ διαβόλου τραυματιστής, ὁ τὴν τετραπέρατον οἰκουμένην τῇ ἀκαμάτῳ πορείᾳ βαδίσας ὡς λειτουργὸς ἀγαθὸς καὶ φιλοδέσποτος, καὶ πάντα τὰ ἔθνη διὰ τοῦ εὐαγγελίου προσαγαγὼν τῇ πίστει τοῦ Χριστοῦ, ὁ ἑαυτὸν ἑτοιμάσας εἰς κατοικητήριον τῆς ὁμοουσίου τριάδος καὶ ναὸς γενόμενος τοῦ ἐπὶ πάντων θεοῦ. Βαρνάβας, τὸ τῶν Κυπρίων σεμνὸν ἐγ καλλώπισμα καὶ τῆς οἰκουμένης ἀκαταγώνιστος πρόμαχος, ὁ ὑπερεκπερισσοῦ ἀγαπήσας τὸν Χριστὸν καὶ ὑπὲρ αὐτοῦ τὴν ψυχὴν καθ' ἑκάστην ἡμέραν προϊέμενος καὶ σὺν αὐτῷ βασιλεύσας εἰς αἰῶνας αἰώνων.Ἔκαμεν ὁ λόγος, τοῦτον τὸν θεσπέσιον καὶ τριπόθητονΒαρνάβαν τὸν

2