Laudatio Barnabae apostoli Ἀλεξάνδρου μοναχοῦ ἐγκώμιον εἰς τὸν ἅγιον Βαρνάβαν τὸν ἀπόστολον, προτραπέντος ὑπὸ τοῦ πρεσβυτέρου καὶ κλειδούχου τοῦ σεβασ

 ὀνομαζόμενος ὁ ἀπόστολος. Τιμήσωμεν οὖν αὐτὸν κατὰ δύναμιν· τὸ γὰρ κατὰ δύναμιν εἰπεῖν εὐγνωμοσύνης ἀπόδειξις· τὸ δὲ κατ' ἀξίαν λέγειν συγχωρήσωμεν ἔχ

 ἀπόστολον ἐπᾶραι τοῖς ἐγκωμίοις ποθῶν, καὶ οὔπω ἥψατο τοῦ προοιμίου· τοῖς γὰρ ἐπαίνοις ἀπρό σιτος τυγχάνει ὁ θαυμάσιος. ∆ιὸ ἀφέντες ὡς ἀνέφικτον τὸν π

 ἐπεθύμουν ἰδεῖν οἱ πατέρες ἡμῶν· ἰδοὺ γὰρ Ἰησοῦς τίς προφήτης ἀπὸΝαζαρὲτ τῆς Γαλιλαίας ἐστὶν ἐν τῷ ἱερῷ, μεγαλοπρεπῶς θαυματουργῶν, καὶ ὡς τοῖς πολλοῖ

 ἄγροικον καὶ βιοθανῆ. Ὡς δὲ εἶδε τὰ διὰ τῶν ἀποστόλων γινόμενα τῶν θαυμάτων μεγα λουργήματα καὶ τοῦ λαοῦ τὸ πλῆθος τῶν καθ' ἡμέραν προστιθεμένων τῷ λό

 μαχον ὁ κύριος δι' ἑαυτοῦ ἐχειροτόνησεν. Τότε διηγήσατο αὐτοῖς ὁ Παῦλος ὅσα συνέβη αὐτῷ κατὰ τὴν ὁδόν, καὶ ὅτι εἶδε τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ,

 περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον. Ἰδὼν δὲ αὐτοὺς ὁ Μάρκος ὑπὸ πάντων τιμωμένους καὶ ὅτι μετὰ τοσαύτας αἰκίας καὶ κινδύνους ἐρρωμένοι εἰσὶ καὶ ὁλόκλη

 Ἰησοῦ Χριστοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσειν καὶ ποιεῖν αὐτὰς καὶ ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος· δεῖ γὰρ πάντας ἡμᾶς παραστῆναι τῷ βήματι τ

 ἀρεσθείς, ἔγνω θεό πνευστον αὐτὴν εἶναι· καὶ χειροτονήσας τὸν Μάρκον, ἀπέστειλεν αὐτὸν ὡς ἱκανώτατον εἰς Ἀλεξάνδρειαν τὴν πρὸς Αἴγυπτον καὶ Λιβύην καὶ

 ἀνακαλέσασθαι αὐτὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας, ὡς δὲ εἶδον αὐτὸν ἀντι λέγοντα καὶ μᾶλλον θρασυνόμενον κατὰ τῆς ὀρθοδόξου πίστεως, τότε ἀπεφήναντο κ

 βασιλεύουσαν καὶ ἐπὶ τοῦ οἰκουμενικοῦ πατριάρχου κριθῆναι πρὸς τοὺς Ἀντιοχείας, ἀπεναρκώθη τῷ φόβῳ, ὑφορώμενος τὰς τοῦ Κναφέως συσκευάς· Ἀνθέμιος δὲ ἦ

 αὐτοῦ καὶ ἐπέτρεψε τῷ πατριάρχῃ διακοῦσαι μετὰ τῆς ἐνδημούσης συνόδου τὰ μεταξὺ τῶν μερῶν καὶ τὸ παριστάμενον διαλαλῆσαι. Τοῦ δὲ συνεδρίου συγκροτηθέν

 Κυπρίους Κωνσταντιεῖς μηνὶ Μεσωρὶ τοῦ καὶ δεκάτου ἑνδεκάτῃ, κατὰ δὲ Ἀσιανοὺς ἤτοι κατὰ Παφίους μηνὶ Πληθυπάτῳ τοῦ καὶ ἐννάτου ἐννεακαιδεκάτῃ, συναγόμε

ἐπεθύμουν ἰδεῖν οἱ πατέρες ἡμῶν· ἰδοὺ γὰρ Ἰησοῦς τίς προφήτης ἀπὸΝαζαρὲτ τῆς Γαλιλαίας ἐστὶν ἐν τῷ ἱερῷ, μεγαλοπρεπῶς θαυματουργῶν, καὶ ὡς τοῖς πολλοῖς δοκεῖ, αὐτός ἐστι Μεσσίας ὁ μέλλων ἔρχεσθαι." Ἀκούσασα δὲ ταῦτα ἡ θαυμασία γυνὴ καὶ καταλιποῦσα τὰ ἐν χερσί, κατέλαβε τὸν ναὸν τοῦ θεοῦ, καὶ ἰδοῦσα τὸν κύριον καὶ δεσπότην τοῦ ναοῦ, ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ, δεομένη καὶ λέγουσα· "Κύριε, εἰ εὖρον χάριν ἐναντίον σου, δεῦρο εἰς τὸν οἶκον τῆς δούλης σου καὶ εὐλόγησον τῇ εἰσόδῳ σου τὰ οἰκετικά σου." Ὁ δὲ κύριος ἐπένευσε τῇ παρακλήσει· ὃν παραγενόμενον ὑπεδέξατο χαίρουσα εἰς τὸ ὑπερῶον αὐτῆς. Ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας, ἡνίκα ἤρχετο ὁ κύριος εἰς Ἱεροσόλυμα, ἐκεῖ ἀνεπαύετο μετὰ τῶν μαθητῶν αὐτοῦ, ἐκεῖ ἐποίησε τὸ Πάσχα μετὰ τῶν μαθητῶν αὐτοῦ, ἐκεῖ ἐμυσταγώγησε τοὺς μαθητὰς διὰ τῆς μεταλήψεως τῶν ἀπορρήτων μυστηρίων. Λόγος γὰρ ἦλθεν εἰς ἡμᾶς ἀπὸ γερόντων ὅτι ὁ τὸ κεράμιον βαστάζων τοῦ ὕδατος, ᾧ κατακολουθῆσαι προσέταξεν ὁ κύριος τοῖς μαθηταῖς, Μάρκος ἦν, ὁ υἱὸς ταύτης τῆς μακαρίας Μαρίας· ὁ δὲ κύριος "πρὸς τὸν δεῖνα" εἶπεν οἰκονομικῶς, ὡς φασὶν οἱ πατέρες, ἑρμηνεύοντες τοῦτο τὸ χωρίον, διδάσκων ἡμᾶς διὰ τοῦ αἰνίγματος ὅτι παντὶ τῷ εὐτρεπίζοντι ἑαυτόν, παρ' αὐτῷ ὁ κύριος αὐλίζεται.

Ἐν αὐτῷ τοίνυν τῷ ὑπερώῳ ἐποίησεν ὁ κύριος τὸ Πάσχα· ἐν αὐτῷ ἐφάνη τοῖς περὶ τὸν Θωμᾶν, ἐγερθεὶς ἐκ νεκρῶν· ἐκεῖ μετὰ τὴν ἀνάληψιν ἀνῆλθον οἱ μαθηταί, ἐλθόντες ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν μετὰ τῶν λοιπῶν ἀδελφῶν, ὄντων τὸν ἀριθμὸν ὡς ἐκατὸν εἴκοσιν, ἐν οἷς ἦν Βαρνάβας καὶ Μάρκος· ἐκεῖ κατέβη τὸ Πνεῦμα τὸ ἅγιον ἐν πυρίναις γλώσσαις ἐπὶ τοὺς μαθητὰς ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς· ἐκεῖ ἵδρυται νῦν ἡ μεγάλη καὶ ἁγιωτάτη Σιών, ἡ μήτηρ πασῶν τῶν ἐκκλησιῶν.Τότε δὲ Βαρνάβας ἠκολούθησε τῷ κυρίῳ, ὑποστρέφοντι ἀπὸ Ἱεροσολύμων εἰς τὴν Γαλιλαίαν· πολλῶν δὲ παν ταχόθεν προσερχομένων τῷ κυρίῳ καὶ εἰς αὐτὸν πι στευόντων, τότε εἶπε τοῖς μαθηταῖς· "Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι." Τότε ἀνέδειξε τοὺς ἑβδομήκοντα μαθητάς, ὧν πρῶτος καὶ ἔξαρχος καὶ κο ρυφαῖος ὁ μέγας Βαρνάβας ἐτύγχανεν. Ἀλλὰ μηδείς, ἀκούων ὅτι οἱ ἀπόστολοι ἐπέθηκαν αὐτῷ τὴν προση γορίαν ταύτην, οἰέσθω ἀμαθῶς ὅτι ἄνευ θείας ἐπιπνοίας τὴν προσηγορίαν ταύτην ἐδέξατο· Πέτρος γὰρ αὐτῷ ἐπέθηκε τὸ ὄνομα τοῦτο, δι' ἀποκαλύψεως τοῦ ἁγίουΠνεύματος, ὁ καὶ δι' ἀποκαλύψεως τοῦ Πατρὸς τὴν τοῦΥἱοῦ θεολογίαν δεξάμενος· καὶ ὥσπερ Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ βροντῆς ἀπὸ τῆς ἀρετῆς ἐκλήθησαν, οὕτω καὶ Βαρνάβας ἀπὸ τῆς ἀρετῆς ἐκλήθη υἱὸς παρακλήσεως, πάντων παράκλησις γενόμενος δι' ὑπερβολὴν ἁγιότητος. Ἀκούσας δὲ τοῦ κυρίου διδάσκοντος καὶ λέγοντος· "Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς," μηδὲν μελλήσας, εὐθέως τὴν ὑπολειφθεῖσαν αὐτῷ οὐσίαν, πολύτιμον οὖσαν, ὑπὸ τῶν γονέων-ἦσαν γὰρ ὑπεξελθόντες τὸν βίον πᾶσαν καταπωλήσας, διένειμε τοῖς χρείαν ἔχουσι, κα ταλείψας ἑαυτῷ μόνον τὸν ἀγρὸν ἐκεῖνον εἰς ἰδίαν ἀποτροφήν.

Μετὰ δὲ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τοῦ κυρίου καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν, ἐπὶ πλεῖον πυρωθεὶς ὁ θεῖος Βαρνάβας τῇ εἰς τὸν κύριον ἀγάπῃ καὶ αὐτὸν τὸν ἀγρὸν ἐκεῖνον ἀποδόμενος καὶ λαβὼν ἱκανὰ χρήματα, ἅπαντα ἐνέγκας παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκε, μηδὲν τὸ σύνολον καταλείψας ἑαυτῷ ἐξ αὐτῶν, τῷ καθ' ἑαυτὸν ὑποδείγματι εἰς τὴν ὁμοίαν ἀρετὴν πάντας τοὺς μαθητὰς διεγείρων.Ἐλάλει δὲ καὶ συνεζήτει πρὸς τὸν Σαῦλον, βουλόμενος εἰς τὴν τοῦ κυρίου αὐτὸν πίστιν ἀγαγεῖν. Σαῦλος δὲ τῇ κατὰ τὸν νόμον ἀκριβεῖ πολιτείᾳ δῆθεν ἐπερειδόμενος, τοῦ μὲν Βαρνάβα κατεγέλα ὡς ἀπατηθέντος, τὸν δὲ κύριον ἐβλασφήμει, υἱὸν τοῦ τέκτονος αὐτὸν ἀποκαλῶν καὶ ἰδιώτην καὶ

4