ἀδελφοῦ σου μαθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Συγγινώσκω σοι, Μάρθα· μεθύεις γὰρ τῇ λύπῃ-ὥσπερ αὐτῇ εἶπεν· καλῶν μεθύων τις σφάλλεται-, ὅτε ἐκνήψεις, τότε σωφρονισθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Ἡ δὲ Μάρθα καὶ οὕτως συμπεριενεχθεῖσα ἀνθρωπίνοις ῥήμασιν ἀνθυπένεγκε τῷ κυρίῳ λέγουσα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ὁ δὲ κύριος πρὸς αὐτήν· Τί βαμβαίνεις, ὦ Μάρθα; Τί εἰς μακρὰς ἐλπίδας τὴν ἀνάστασιν ἀναδύῃ; Ἡ ἀνάστασίς σοι διαλέγεται, καὶ περὶ τῆς ἀναστάσεως διαλέγῃ; Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται.
Ταῦτα τοῦ κυρίου διαλεγομένου μικροῦ δεῖν πᾶσα ἡ πόλις Βηθανία κατέδραμεν εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ θαυμάσαι ἀλλὰ γελάσαι. Οὐκ εἶχον γὰρ ἐλπίδα τετραήμερον νεκρὸν ἀναστῆσαι. Τί οὖν ὁ κύριος; Ὡς εἶδε τοσοῦτον πλῆθος καταδραμὸν καὶ ὅτι ἄξιοί εἰσι καὶ ἱκανοῦσι πρὸς μαρτυρίαν τοῦ μέλλοντος παρ' αὐτοῦ ἀνεγείρεσθαι, ἀποκριθεὶς πρὸς αὐτοὺς ἔφη· Ποῦ τεθείκατε Λάζαρον; Ἆρ' οὐκ ᾔδει τὸν τόπον ὁ τοῦ τόπου δεσπότης; Ἤδει τὸν τόπον, ἀλλ' ἐπραγματεύσατο τὸν τρόπον, ὅπως πάντες αὖθις ἀναγκασθέντες ἐπακολουθήσωσι τῷ Ἰησοῦ, ἵνα αὐτοψὶ δεξάμενοι τὴν ἀνάστασιν ἀναμφίβολοι κήρυκες γένωνται. Ποῦ τεθείκατε αὐτόν; Οἱ δὲ ἐπερωτηθέντες εἶπον πρὸς αὐτόν· Ἔρχου καὶ ἴδε.
Τοῦ δὲ κυρίου βαδίζοντος καὶ ἐπὶ τὸν τάφον σπεύδοντος ὁ ἀκολουθῶν ὄπισθεν ὄχλος ἀντέβαλε πρὸς ἑαυτὸν λέγων· Τί θέλει οὗτος τὸν τάφον Λαζάρου θεάσασθαι; Εἰ υἱός ἐστι τοῦ θεοῦ, τοῦτον ἀναστήσει. Τῶν γὰρ προσφάτως τελευτησάντων, ὧν ἤγειρεν, οὐκ ἐπιστάμεθα. Πόθεν οὖν ἴσμεν, εἰ τελείῳ θανάτῳ παρεδόθησαν; Τοῦτον ἀναστήσει, καὶ γνῶσιν λαμβάνομεν ὅτι ἀληθῶς θεοῦ υἱός ἐστιν. Ὅθεν καὶ ἡ Μάρθα τοῖς λόγοις τούτοις συμπεριενεχθεῖσα προσῆλθε τῷ κυρίῳ καὶ αὐτὴ λέγουσα· Ποῦ πορεύῃ, δέσποτα; Τί θέλεις τὸν τάφον ἰδεῖν Λαζάρου; Τί τὴν ὀδύνην ἡμῶν ἀναζέεις; Τί τὸ πένθος ἐπεγείρεις; Τί θέλεις τὸν τάφον ἰδεῖν; Οὐδὲν γὰρ ὀνήσεις, δέσποτα· ἤδη ὄζει, τετραήμερος γάρ ἐστιν. Ὁ δὲ κύριος πρὸς τὴν Μάρθαν· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; Ἐμοὶ λέγεις· Ἤδη ὄζει. Ἡ ἀδελφήσου μυρίζει, καὶ σὺ καπνίζῃ τῇ ἀπιστίᾳ; Θέλω τὸν τάφον ἰδεῖν τοῦ φίλου μου. Ταῦτα εἰπὼν ὁ κύριος ἐπὶ τὸν τάφον ἐπορεύετο. Καὶ πλησιάσας τῷ τάφῳ μόνον εἶδε τὸ μνημεῖον, εὐθέως ἐδάκρυσε. Τίς ἡ χρεία δακρύειν ὃν ἤμελλεν ἐγείρειν; Ἐδάκρυσε. ∆ι' ὅ; Ἄκουε συνετῶς. Πάντα ὁ κύριος σοφῶς ἐπραγματεύσατο· ἐδάκρυσε γὰρ ἐπὶ τὸν τάφον, ὅπως τῶν ἀκολουθησάντων τὴν γνώμην δημοσιεύσῃ, οἵαν ἔχουσι περὶ αὐτοῦ τὴν ὑποψίαν. ∆ιὸ καὶ ὡς εἶδον αὐτὸν δακρύσαντα, ἀνθρώπινα πάλιν παθόντες οἱ ἀκολουθοῦντες ὄχλοι ἤρξαντο πρὸς ἑαυτοὺς ἀντιβάλλειν καὶ λέγειν· Ἴδε πῶς ἐφίλει αὐτόν. Ὁ νεκροὺς ἐγείρας καὶ τυφλοὺς ὀμματώσας οὐκ ἠδύνατο ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ, εἰ ἄρα οὕτως ἐφίλει αὐτόν; Ὁ δὲ κύριος ὡς εἶδεν αὐτοὺς ἔτι ἀνθρώπινα λαλοῦντας, ἀπεκρίνατο πρὸς αὐτούς· Κοῦφον μὲν ἦν μοι παρακατασχεῖν τὴν ζωὴν Λαζάρου ὡς καὶ τοῦ Ἠλία καὶ τοῦ Ἐνώχ, ἀλλ' οὐδεὶς ὑμῶν ἐγίνωσκεν ὅτι τῇ ἐμῇ θελήσει ἡ ζωὴ Λαζάρου παρακατέχεται. ∆ιὰ τοῦτο συνεχώρησα ὑπὸ τοῦ θανάτου αὐτὸν καταποθῆναι, ὅπως ἀκριβῶς μάθητε ὅτι ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχω. Καὶ εὐθὺς πρὸς αὐτοὺς ὁ κύριος, καθὼς ἴστε πάντες σαφῶς· Ἀποκυλίσατε τὸν λίθον. Ἰουδαίοις ἐπέτρεπεν· Ἀποκυλίσατε τὸν λίθον. Βλέπε πῶς πάντα σοφῶς ἐπραγματεύσατο μάρτυρας ἀκριβεῖς τῆς ἀναστάσεως Λαζάρου καθιστῶν. Ἀποκυλίσατε τὸν λίθον. Τοῖς μαθηταῖς ἐπέτρεπεν ὄρη μετάγειν λόγῳ, καὶ αὐτὸς λόθον οὐκ ἀπεκύλιεν; Ἀλλὰ πάντα σοφῶς, καθὼς προεῖπον, πραγματευόμενος πρὸς λυσιτέλειαν ἔλεγεν τοῖς Ἰουδαίοις· Ἀποκυλίσατε τὸν λίθον, ὅπως ἐξ αὐτῆς τῆς νεκροφόρου ἀποφορᾶς μάθωσιν ὅτι ἐσάπη καὶ οὐκ ἐκλάπη. Ἀποκυλίσατε τὸν λίθον.
2