ἀνάρχῳ, ἀναιτίῳ, ἀγεννήτῳ, ἀϊδίῳ· καὶ ἐν Υἱῷ μονογενεῖ γεννηθέντι ἀῤῥήτως, καὶ ἀπαθῶς καὶ ἀφράστως, πρὸ πάντων τῶν αἰώνων, ἐκ τῆς οὐσίας αὐτῆς τοῦ Πατρὸς, καὶ διὰ τοῦτο ὁμοουσίῳ καὶ ἴσῳ τῷ Πατρὶ, χωρὶς τῆς πατρότητος, ἀρχὴν δὲ καὶ αἰτίαν τὸν Πατέρα ἔχοντι γεννητῶς· καὶ ἐν Πνεύματι ἁγίῳ ζωοποιῷ προσκυνουμένῳ, ἐκπορευομένῳ ἐκ τοῦ Πατρὸς, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός. Οὐ γεννητῶς καθάπερ ὁ Υἱὸς, ἵνα μὴ δύο Υἱοὶ ἐν τῇ Τριάδι· ἀλλ' ἐκπορευομένῳ καθάπερ εἴρηται, ἐκ μόνου τοῦ Πατρὸς, καὶ ἀπὸ στόματος· πεφηνότι δὲ δι' Υἱοῦ, καὶ λαλήσαντι ἐν τοῖς ἁγίοις προφήταις καὶ ἀποστόλοις. Πλὴν, ὡς εἶπον, τῆς οὐσίας αὐτοῦ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὑπάρχοντι, καὶ τὸ ὁμοούσιον ἔχοντι πρὸς Πατέρα καὶ Υἱόν. Ἀκοινώνητον δὲ καὶ αὐτό ἐστιν, ὥσπερ καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πρὸς πᾶσαν τὴν κτίσιν κατὰ τὸν τῆς οὐσίας λόγον. Ὁρᾷς πῶς ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὸν ἅγιον Κύριλλον, ἢ μᾶλλον κατὰ πᾶ σαν τὴν θείαν Γραφήν. Καὶ μή μοι τὸ ἀπὸ τοῦδε 28.828 λεγέτω τις τὰ ψυχρὰ ἐκεῖνα ῥήματα, ἢ λογύδρια, ὅτι Ἀθανάσιος καὶ Κύριλλος οἱ ἀοίδιμοι, πρὸς δὲ καὶ ὁ Νυσσαέων Γρηγόριος, τῆς προσθήκης γεγόνασιν αἴτιοι. Ὁ μὲν γὰρ Ἀθανάσιος οὕτως φησί· Τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς οἱ ἀντίθετοι λέγουσι, καὶ παρὰ τοῦ Λόγου, τοῦ ἐκ Πατρὸς, ἐκπορευόμενον· ὁ δὲ Νύσσης, εἰπὼν τὸν Υἱὸν εἶναι προσεχῶς ἐκ τοῦ πρώτου, τουτ έστι τοῦ Πατρὸς, ἑξῆς λέγει· Τὸ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου· ὁ δέ γε σοφώτατος Κύριλλος προφανῶς, φησὶν, εἴρηκεν ἐξ ἀμφοῖν Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα τῶν τῆς σαθρᾶς προσθήκης τερατουργῶν τὰ προβλήματα. Ἔγωγε δ' «ἅπαν νόημα,» καίπερ ὢν ἀμαθὴς, «αἰχμαλωτίζων εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,» ὧδέ πως ταῦτα διασαφῶ. Οὕτως τὸ Πνεῦμα ἐκ τοῦ Πατρός φησιν Ἀθανάσιος, καὶ παρὰ τοῦ Λόγου, τοῦ ἐκ Πατρὸς, ἐκπορευόμενον, ὥσπερ καὶ ἐξ αὐτοῦ τοῦ συναϊδίου Πατρὸς, καθὰ καὶ ὁ Υἱὸς οὕτως ἀπο στέλλεται, καὶ δίδοται παρὰ τοῦ Πνεύμα τος τοῖς πιστοῖς, ὡς καὶ ἐξ αὐτοῦ τοῦ Πατρός· καὶ τὴν μαρτυρίαν ἀπ' αὐτοῦ λάμβανε τοῦ Λόγου καὶ Υἱοῦ, «Πνεῦμα Κυρίου,» λέγοντος, «ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Ἄρα τὸ Πνεῦμα καὶ ἔχρισε τὸν Υἱὸν, καὶ ἀπέσταλκεν· ἀλλὰ καὶ ὁ Πατὴρ ἐξ ἀμφοῖν Υἱοῦ καὶ Πνεύματος ἀποστέλλεται. Ὅπως δὲ τοῦτο, αὐτοῦ τοῦ Πατρὸς οὕτω διὰ Ἡσαΐου τοῦ προφήτου λέγον τος ἄκουσον· «Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραὴλ, ὃνἐγὼ καλῶ· Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα· καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστιν. Ἐγὼ χειρί μου ἐθεμε λίωσα τὴν γῆν, καὶ τὸ Πνεῦμά μου ἐστερέωσε τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Καὶ νῦν Κύριος ἀπέσταλκέ με.» Ἄρα ὁ Πατήρ ἐστιν ἐν ταῦθα ὁ λέγων τό· «Ἀπέσταλκέ με.» Ὁρᾷς τὴν ἰσοτιμίαν τῶν τριῶν προσώπων τῆς ὑπερτάτης θεό τητος; Ὅτε τὸ Πνεῦμα τὸ ἅγιον ἀποστέλλεται ἐξ ἀμφοῖν, ὡς ὁμοούσιον ἀποστέλλεται Πατρὸς καὶ Υἱοῦ. Ὅτε δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, ὡς ὁμοούσιος καὶ τοῦ Πνεύματος. Ὅτε δὲ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὡς ὁμοούσιος. Εἰπὼν τοίνυν ὁ μέγας Ἀθανάσιος, τὸ ἐκπορευόμενον τοῦ Πατρὸς Πνεῦμα, ἐδήλωσεν ὅθεν ἔχει τὸ Πνεῦμα τὴν ὕπαρξιν, ἐκ μό νου δηλονότι τοῦ Πατρός. Εἰπὼν δὲ πάλιν οὕτω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὡς παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς, τὴν ἰσοτιμίαν ἐδήλωσε Πατρὸς καὶ Υἱοῦ, καταισχύναι ἐν τούτῳ τὸν ἀθεώτατον Ἄρειον, ὃς κτίσμα ἔλεγε, καὶ οὐ Θεὸν τὸν Υἱόν· οἱονεὶ ταῦτα λέγων πρὸς αὐτόν· Ὦ ἀθεώτατε Ἄρειε, οὕτω τὸ ἐκπορευόμενον Πνεῦμα τοῦ Πατρὸς, παρὰ τοῦ ὑπὸ σοῦ βλασφημουμένου Υἱοῦ ἐκλάμπει καὶ δίδοται τοῖς πιστοῖς κατὰ τὴν αὐτοῦ ἐνέργειαν καὶ δωρεὰν, ὥσπερ καὶ ἐξ αὐτοῦ τοῦ συναϊδίου Πατρός. Ὅτι δὲ τοῦτο τοιοῦτον ἔχει τὸν τρόπον, ὅρα τί γράφει πρὸς τὸν ἐπίσκοπον τὸν Σεραπίωνα, ὁ τῆς ἀθανασίας ἀξιώνυμος οὗτος Πατήρ. Τὰ αὐτὰ γὰρ λέγων, καὶ 28.829 φιλοσοφῶν περὶ τῶν αὐτῶν, οὕτω κἀκεῖσέ φησιν· Ὥσπερ γέννημα μονογενές ἐστιν ὁ Υἱὸς τοῦ
2