Sermo contra Latinos

 ἀνάρχῳ, ἀναιτίῳ, ἀγεννήτῳ, ἀϊδίῳ· καὶ ἐν Υἱῷ μονογενεῖ γεννηθέντι ἀῤῥήτως, καὶ ἀπαθῶς καὶ ἀφράστως, πρὸ πάντων τῶν αἰώνων, ἐκ τῆς οὐσίας αὐτῆς τοῦ Πατ

 Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ διδόμενον καὶ πεμπόμενον, καὶ αὐτὸ ἓν καὶ οὐ πολλὰ, οὐδ' ἐκ πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα. Ἑνὸς γὰρ ὄντος

 καὶ μίαν τὴν μεταδοτικὴν ἀγαθότητος. Ἀλλὰ τῆς πρώτης γεννήσεως τοῦ Υἱοῦ, καὶ τῆς πρώτης τοῦ Πνεύματος ἐκπορεύσεως, ὁ Πατὴρ μόνος αἴτιος. Τῆς δὲ ἄλλης

Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ διδόμενον καὶ πεμπόμενον, καὶ αὐτὸ ἓν καὶ οὐ πολλὰ, οὐδ' ἐκ πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα. Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, οὖσαν ἐνέργειαν καὶ δωρεὰν αὐτοῦ, ἥτις γε ἐκ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Ὥσπερ γέννημα μονογε νὲς, φησὶν, ὁ Υἱὸς τοῦ Πατρὸς, οὕτω καὶ πρόβλημα τοῦ αὐτοῦ Πατρὸς ἓν τὸ Πνεῦμα καὶ οὐ πολλὰ, οὐδ' ἐκ πολλῶν δηλονότι τὴν ὕπαρξιν ἐσχηκός. Ἀλλ' ὡς μόνον αὐτὸ Πνεῦμα καὶ πρόβλημα, οὕτως καὶ ἐκ μόνου τοῦτο καὶ ἐξ ἑνὸς τοῦ Πατρός. Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, ὡς ἐξ ἑνὸς τοῦ Πατρὸς, καὶ μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, ἥτις ἦν τὸ Πνεῦ μα τὸ ἅγιον, τὸ τὴν ἰδίαν ἑαυτοῦ δωρεὰν ἐνεργοῦν, καὶ διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Ἥτις γε δωρεὰ διὰ τοῦτο ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύ εσθαι, τουτέστιν ἐκχεῖσθαι καὶ ἀποστέλλεσθαι, ἐπει δὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Φιλοσοφήσας πρῶτον ὁ ἅγιος περὶ τῆς προαιωνίου τοῦ Πνεύματος ἐκπορεύσεως ἀμυδρῶς, μόνον αὐτὸ ἀποδείξας πρόβλημα, ὡς ἐξ ἑνὸς τοῦ προβολέως τε καὶ Πατρὸς, διὰ τῶν ἑξῆς ἡμῖν ἀποδείκνυσι μάλα σαφῶς καὶ τὴν ὑπὸ χρόνον πρόχυσιν, ὡς ἐξ ἀμφοῖν ὑπάρ χουσαν Πατρὸς καὶ Υἱοῦ. Ὅπερ δὲ δύναται ἐκεῖ τὸ, Οὕτω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὡς παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς, οὕτως ἐνταῦθα καὶ τό· Ἥτις γε ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Κατ' αὐτὸν δὲ τὸν τρόπον καὶ ὁ Νύσσης Γρηγόριος τὸ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου φησί· μετὰ τοῦ Υἱοῦ δηλονότι συνημμένως καὶ ἅμα, καὶ οὐ μετὰ τὸν Υἱὸν ὑστερίζων κατὰ τὴν ὕπαρξιν. Εἰπὼν δὲ τὸν Υἱὸν προσεχῶς ἐκ τοῦ πρώτου, μὴ νόμιζε μὴ καὶ αὐτὸς εἶναι τὸ Πνεῦμα προσεχῶς ἐκ τοῦ πρώτου. Ὥσπερ γὰρ ὁ Υἱὸς προσεχῶς καὶ ἔγγιστα ἐκ τοῦ πρώτου, τουτέστι τοῦ Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα προσεχῶς ἐκ τοῦ πρώτου, κατὰ τὴν προαιώνιον ὕπαρ ξιν. Πρῶτος δὲ ὁ Πατὴρ οὐ κατὰ χρόνον, οὐδὲ κατὰ τάξιν, μὴ γένοιτο! ἀλλὰ καθὸ αἴτιος τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὥσπερ καὶ μείζων καὶ ἄναρχος, ὡς ἀναίτιος, ὡς ῥίζα τῶν ἐξ αὐτοῦ καὶ πηγή. Ὥσπερ γὰρ οὗτος μόνος ἄναρχος πρὸς τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, οὕτω καὶ τούτων ὁ αὐτὸς μόνος αἴτιος· τὸ δὲ Πνεῦμα πρὸς τὸν Πατέρα, οὐκ ἄναρχον, οὐδ' ἀναίτιον, ὥσπερ δὴ καὶ αὐτὸς ὁ Υἱὸς κατὰ τὴν ἐν χρόνῳ ἀρχήν. Οὐ μόνον τὸ Πνεῦμα, ἀλλὰ καὶ ὁ Υἱὸς ἄναρχος ὥσπερ καὶ ὁ Πατήρ. Πρῶτος αἴτιος καὶ μόνος ὁ Πατὴρ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ἀλλὰ μὴ ζήτει καὶ δεύτερον ὁ ὀρθόδοξος, μηδέ γε τρίτον· ἵνα μὴ, τὴν αὐτὴν καὶ μίαν οὐσίαν κατατέμνων κακοσχόλως, 28.832 καὶ διαιρῶν, καταδικασθῇς ὡς κακόδοξος. Πρῶτος τοιγαροῦν ὁ Πατὴρ καθὸ μείζων, μείζων δὲ καθὸ ἄναρχος· ἄναρχος δὲ καθὸ ἀρχὴ τῶν ὁμοφυῶν ὑποστάσεων. Τὸ Πνεῦμα, καὶ ὁ Υἱὸς προσεχῶς ἐκ τοῦ μείζονος, τουτέστι τοῦ Πατρός. Ἅμα γὰρ ὁ Υἱὸς κυρίως καὶ ἀληθῶς, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός. Οὐχ ὁ μὲν πρότερον, τὸ δὲ μετ' αὐτόν· ἀλλ' ἅμα ἡ γέννησις τοῦ Υἱοῦ, ἅμα καὶ τοῦ Πνεύματος ἡ ἐκπόρευσις ἐκλάμπεται, καὶ ἀποστέλλεται τὸ Πνεῦμα καὶ δίδοται διὰ τοῦ Υἱοῦ, ὡς μακάριός φησιν Ἀθανάσιος, καθάπερ καὶ ὁ Υἱὸς διὰ τοῦ Πνεύματος, ὥσπερ εἴρηται. Ὡσαύτως καὶ τὸ τοῦ μακαρίου Κυρίλλου, λέγω δὴ τὸ, ἐξ ἀμφοῖν, κατ' αὐτὴν ἐκληπτέον τὴν ἔννοιαν· τὸ Πνεῦμα τὸ ἐκπορευόμενον ἐκ τοῦ Πατρὸς ἐξ ἀμφοῖν ἐκλάμπεται, ἀποστέλλεται καὶ δίδοται, Πατρὸς καὶ Υἱοῦ. Καὶ μετ' ὀλίγα· ∆ύο γεννήσεις ὡς ἄνωθεν ἔφθην εἰπὼν ἐπὶ τοῦ Λόγου μεμάθηκα· μίαν μὲν τὴν ἐκ Πατρὸς καὶ ὑπὲρ χρόνον, μίαν δὲ τὴν ἐκ τῆς Παρθένου καὶ ὑπὸ χρόνον. Ὡσαύτως καὶ δύο προχύσεις ἐμυήθην ἐπὶ τοῦ Πνεύματος· μίαν μὲν τὴν ἐκπορευτικὴν καὶ ὑπὲρ χρόνον,

3