2
Ἐκκλησία, δι' ὧν τιμᾷ τοὺς προλαβόντας, προ τρέπεται τοὺς παρόντας. Μή μοι, φησὶ, σπούδαζε περὶ πλοῦτον· μὴ περὶ σοφίαν τοῦ κόσμου τὴν κατ αργουμένην· μὴ περὶ δόξαν τὴν ἀπαθοῦσαν· ταῦτα τῷ βίῳ συναφανίζεται· ἀλλ' εὐσεβείας ἐργάτης ἔσο. Αὕτη γὰρ καὶ εἰς οὐρανόν σε ἀνοίσει, αὕτη καὶ ἀθά νατόν σου τὴν μνήμην καὶ διαρκῆ τὴν εὔκλειαν πα ρὰ ἀνθρώποις παρασκευάσει. Ὥστε, εἴ τις μέμνηται τοῦ ποιμένος, μὴ θαυ μαζέτω τὸν πλοῦτον. Συνήλθομεν γὰρ ἐπαινέσαι οὐχὶ πλούσιον ὄντα· μὴ ἀπέλθῃς πλούσιον θαυμάζων, ἀλλὰ πενίαν μετ' εὐσεβείας. Ποιμὴν οὐδὲν μέγα, οὐδὲ σοφὸν ἐπιτήδευμα. Οὐκ ἂν, ὀργισθεὶς, ἀντὶ ὀνείδους εἶπες τῷ παροξύναντί σε· Ποιμὴν εἶ; Ποι μὴν οὐδὲν πλέον τῆς ἐφημέρου τροφῆς κεκτημένος, πήραν ἀνημμένος, καὶ κορύνην φέρων, καὶ τὰ πρὸς ἡμέραν ἐφόδια, οὐδεμίαν μέριμναν περὶ τῆς αὔριον ἔχων. Θηρίοις πολέμιος, ἡμερωτάτων ζώων σύννομος, φεύγων ἀγορὰν, φεύγων δικαστήρια, οὐ γνωρίζων συ κοφάντας, οὐ γνωρίζων ἐμπορίαν, οὐκ εἰδὼς πλοῦτον, οὐκ ἔχων ἰδίαν σκέπην, ὑπὸ τὴν κοινὴν τοῦ κόσμου διαι 31.593 τώμενος, ἐν νυκτὶ πρὸς οὐρανὸν ἀναβλέπων, καὶ διὰ τῶν ἀστέρων ἀναγινώσκων τὸ θαῦμα τοῦ πεποιηκότος. Ποιμήν. Μὴ ἐπαισχυνώμεθα τὴν ἀλήθειαν. Μὴ τοὺς ἔξωθεν μυθοποιοὺς μιμώμεθα, μὴ περιστέλλωμεν τὴν ἀλήθειαν εὐπρεπείᾳ ῥημάτων. Γυμνὴ ἡ ἀλήθεια, ἀσυν ηγόρητος, αὐτὴ ἑαυτὴν δεικνῦσα. Πλείονι λόγῳ τὸ ταπεινόν· ἀλλὰ μᾶλλον θαυμάσεις τῷ ἐγκωμίῳ.
Ποιμὴν καὶ πένης, ταῦτα τῷ Χριστιανῷ τὰ σε μνολογήματα. Ἐὰν τοὺς ἀρχηγοὺς τοῦ διδασκαλείου τοῦ κατ' εὐσέβειαν ζητήσῃς, ἁλιεῖς τε καὶ τελῶναι· ἐὰν τοὺς μαθητὰς, σκυτοτόμοι πένητες. Οὐδεὶς πλού σιος, οὐδαμοῦ περιφάνεια. Ταῦτα πάντα μετὰ τοῦ κόσμου κατήργηται. Ἰδοὺ τοίνυν τίνος ἡμέραν ἑορτάζομεν, ἐπὶ τίνι φαιδροὶ πάντες ἐσμὲν, ἐπὶ τίνι βίος μεταπεποίηται. Ἐπειδὴ ὑπεμνήσθημεν τοῦ ποιμένος, μὴ καταφρόνει τῆς προσηγορίας. Ἤκου σας, ὅτι ὁ πρῶτος εὐαρεστήσας Ἄβελ ποιμὴν ὑπῆρ ξε. Τίς ἐκείνου μιμητής; Μωϋσῆς ὁ μέγας νομοθέ της, ὁ τὴν πεῖραν Φαραὼ ἀποδράσας, ὁ μισήσας τῶν συννόμων τὸ ἐπίβουλον, οὗτος ἐν τῷ ὄρει τῷ Χωρὴβ ἐποίμαινεν· δι' ὧν ἐποίμαινε Θεῷ προσωμίλει. Οὐ δι καζόμενος εἶδεν ἐπὶ βάτου ἄγγελον, ἀλλὰ ποιμαίνων ἐκείνης τῆς ὁμιλίας τῆς οὐρανίου ἠξιώθη. Τίς μετὰ Μωϋσέα; Ἰακὼβ ὁ πατριάρχης, ἐν τῷ ποιμαίνειν ὑπομονὴν τὴν περὶ τῆς ἀληθείας ἐπιδεικνύμενος, μικρᾷ εἰκόνι τὸν ὅλον ἑαυτοῦ χαρακτηρίσας βίον. Τίνι παρ έδωκε τὸν ζῆλον; Τῷ ∆αβίδ. ∆αβὶδ ἐκ ποιμαντι κῆς παρῆλθεν εἰς βασιλείαν. Ἀδελφαὶ γὰρ ποιμαν τικὴ καὶ βασιλική· παρ' ὅσον ἡ μὲν τῶν ἀλόγων, ἡ δὲ τῶν λογικῶν τὴν ἐπιστασίαν ἐπεπίστευτο. Οὕτως ὑποβάθρα τῆς μείζονος ἐπιστήμης ἐστὶν αὕτη. ∆ιὰ τοῦτο ἀμφότερα συλλαμβάνων ὁ Κύριός ἐστι καὶ ποιμὴν καὶ βασιλεὺς, τοὺς ἀλόγους ποιμαίνων, τοὺς λογικωτέρους ὑπὸ τὴν ἐπιστασίαν τῆς βασιλείας ἄγων. Βούλει μαθεῖν πηλίκον ἐστὶ ποιμήν; Κύριος ποιμαίνει με. Πῶς δὲ ἀδελφὴ βασιλείας ποιμαντική; Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Ὁ ἐν ταῦθα ποιμὴν ἐκεῖ βασιλεύς. Καὶ μὴ νομίσῃς παρ' ἄλλων μὲν μαρτυρεῖσθαι, αὐτὸν δὲ ἐπαισχύνεσθαι τῇ προσηγορίᾳ ταύτῃ. Ἀλλὰ κατασιωπήσας τοὺς 31.596 νόθους ποιμένας, ἐφ' ἑαυτὸν περιίστησι τὴν ἀληθῆ τῆς ποιμαντικῆς μαρτυρίαν· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.
Πῶς, ὅταν τὰ μεγάλα λέγῃ· Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὴν γῆν· ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος· ὡς ὅταν τἄλλα λέγῃ τὰ ἀξιοπρεπῆ καὶ ἄξια περὶ Θεοῦ λέγεσθαι, οὕτως λέγει· Ὁ ποιμὴν ὁ καλός; Ἀποδιώκει τοὺς νόθους, καὶ τὴν ἀλήθειαν εἰς ἑαυτὸν περιίστησιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Μάθε τίς ἐστιν ὁ ποιμὴν, καὶ τίς ἐστιν ὁ καλός. Αὐτὸς ἑρμηνεύει. Ὁ ἀληθινὸς ποιμὴν τὴν ψυχὴν αὐ-τοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς, καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια, οὐ μέλει αὐτῷ, ὅταν ἴδῃ λύκον ἐρχόμενον. Ἐνταῦθα ζητεῖ ἡ Ἐκκλησία, εἰ ποιμὴν ὁ