1

 2

 3

 4

3

Κύριος, τίς μισθωτὸς ποιμήν; Μὴ ὁ διάβολος; Καὶ εἰ ὁ διάβολος μισθωτὸς ποιμὴν, τίς ὁ λύκος; Ἀλλὰ λύκος μὲν ὁ διάβολος, τὸ ἀνήμερον θηρίον, τὸ ἁρ-πακτικὸν, τὸ ἐπίβουλον, ὁ κοινὸς πάντων ἐχθρός. Ἐχέτω τοίνυν ἰδίαν προσηγορίαν μισθωτὸς ποιμήν. Μισθωτοὺς ποιμένας τότε μὲν πρὸς τοὺς τότε ἀποστρεφόμενος ὁ Κύριος ἔλεγεν. Εἰσὶ δὲ καὶ οἱ νῦν, ὡς οὐκ ὄφελον, οἱ τὴν προσηγορίαν τῶν μισθωτῶν οἰκειούμενοι. Τότε ἀρχιερεῖς ἐνεδείκνυντο καὶ Φαρισαῖοι, καὶ πᾶν ἐκεῖνο τὸ κόμμα τὸ Ἰουδαϊκόν. Ἐκείνους μισθωτοὺς ἔλεγε ποιμένας, τοὺς οὐ διὰ τὸ ἀληθὲς, ἀλλὰ διὰ τὸ αὐτῶν χρειῶδες τὴν τοῦ ποιμαίνειν ἐξουσίαν λαβόντας. Οἱ ἐπὶ προφάσει ματαίᾳ προσευχόμενοι, ἵνα κατεσθίωσι τὸν ἄρτον τῶν χηρῶν καὶ τῶν ὀρφανῶν, οὗτοι μισθωτοί. Οἱ τὴν χρείαν θεραπεύοντες, οἱ τὸ παρὸν διώκοντες, οὐ πρὸς τὸ μέλλον ἀτενίζοντες, μισθωτοὶ, καὶ οὐ ποιμένες εἰσί. Καὶ νῦν μισθωτοὶ πολλοὶ δοξαρίου δυ- στήνου τὴν ἑαυτῶν ζωὴν ἀποδιδόντες, οἱ καὶ νῦν ἐπὶ τοῖς ὑγιαίνουσι τοῦ Κυρίου ῥήμασι σχίσμα ποιοῦντες. Εἰπόντος γὰρ ταῦτα τοῦ Κυρίου, σχίσμα ἐν αὐτοῖς ἐγένετο. Οἱ μὲν ἔλεγον, ∆αιμόνιον ἔχει· ἄλλοι, ∆αίμων ὀφθαλμοὺς τυφλοὺς βλέπειν ποιεῖν οὐ δύναται. Ὁρᾷς πῶς παλαιὸν τὸ πάθος τοῦ σχίσματος; Εὐθὺς γὰρ τὸ πτύον διακρίνει μὲν τὸ ἄχυρον ἀπὸ τοῦ σίτου· καὶ τὸ μὲν κοῦφον καὶ ἄστατον ἀποσχίζεται τοῦ τροφίμου, τὸ δὲ πρὸς τροφὴν πνευματικὴν ἐπιτήδειον παραμένει τῶν γεωργούντων. ∆ιὰ τοῦτο σχίσμα ἐγένετο, καὶ οἱ μὲν οὕτω διεφέροντο, οἱ δὲ οὕτως. Ἰουδαίοις πρέπει τὸ σχίζεσθαι· ἡ δὲ τοῦ Θεοῦ Ἐκκλησία, τὸν χιτῶνα τὸν ἄῤῥαφον, τὸν ἐκ τῶν ἄνωθεν ὑφαντὸν, δεξαμένη, τὸν ἄσχιστον ὑπὸ στρατιωτῶν διαφυλαχθέντα, ἡ Χριστὸν ἐνδυσαμένη, μὴ σχιζέτω τὸ ἱμάτιον. Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά. Ἥρπασεν ὁ αἱρετικὸς πρὸς τὴν ἰδίαν κατασκευὴν τῆς βλασφημίας. Ἰδοὺ, φησὶν, εἴρηται, ὅτι Γινώσκουσί με τὰ ἐμὰ, καὶ γινώσκω τὰ ἐμά. Γινώσκειν ἄρα τί λέγει; τὴν οὐσίαν νοεῖν; 31.597 τὸ μέγεθος ἐκμετρεῖν; Ἐκεῖνα κατανοεῖσθαι τῆς θεότητος, ἃ σὺ τῇ σεαυτοῦ θρασυστομίᾳ κατεπαγγέλλῃ; Ἢ ἐκ τῶν κατόπιν οὐ νοεῖς τὸ μέτρον τῆς γνώσεως;

Τί γινώσκομεν Θεοῦ; Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει. Ἴδε πῶς νοεῖται Θεός· ἐκ τοῦ ἀκούειν ἡμᾶς τῶν ἐντολῶν αὐτοῦ· ἐκ τοῦ ἀκούοντας ποιεῖν. Τοῦτο γνῶσις Θεοῦ, τήρησις ἐντολῶν Θεοῦ. Πῶς οὐ πολυπραγμοσύνη περὶ οὐσίας Θεοῦ; οὐ ζήτησις τῶν ὑπερκοσμίων; οὐκ ἐπίνοια τῶν ἀοράτων; Γινώσκει με τὰ ἐμὰ, καὶ γινώσκω τὰ ἐμά. Ἀρκεῖ σοι εἰδέναι, ὅτι ποιμὴν καλός· ὅτι ἔθηκε τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων. Οὗτος ὅρος τῆς τοῦ Θεοῦ ἐπιγνώσεως. Πόσος δὲ Θεὸς, καὶ τί τὸ μέτρον αὐτοῦ, καὶ ποταπὸς τὴν οὐσίαν, τὰ τοιαῦτα ἐπικίνδυνα μὲν τῷ ἐρωτῶντι, ἄπορα δὲ τῷ ἐρωτωμένῳ· σιωπὴ δὲ, θεραπεία τῶν τοιούτων ἐστί. Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει, εἶπεν, οὐ συζητεῖ. Τουτ-έστιν οὐ παρακούει, οὐ φιλονεικεῖ. Ἤκουσας Υἱὸν, μή μοι τρόπους γεννήσεως μήτε αὐτὸς τεχνολόγει, μήτε ὑπὸ αἰτίαν ἀνάγαγε τὰ μὴ αἰτιολογήματα, μὴ διὰ σχίσματος διόριζε τὸ συνημμένον. ∆ιὰ τοῦτο προλαβὼν ἠσφαλίσατό σε ὁ εὐαγγελιστής. Ἤκουσας πρώην, καὶ δὴ ἀκούεις· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἵνα μὴ τὸν Υἱὸν γέννημα ἀνθρώπινον νομίσῃς ἐκ τοῦ μὴ ὄντος παρεληλυθέναι. Λόγον σοι εἶπε διὰ τὸ ἀπαθές. Ἦν σοι εἶπε διὰ τὸ ἄχρονον. Ἀρχήν σοι εἶπεν, ἵνα συνάψῃ τὸν γεννηθέντα τῷ Πατρί. Εἶδες πρόβατον εὐπειθὲς πῶς ἀκούει φωνὴν ∆εσπότου. Ἐν ἀρχῇ, καὶ ἦν, καὶ Λόγος. Μηδὲ λέγε τὸ, Πῶς ἦν; καὶ, Εἰ ἦν, οὐκ ἐγεννήθη, καὶ Εἰ ἐγεννήθη, οὐκ ἦν. Οὐκ ἔστι πρόβατον τὸ τὰ τοιαῦτα λέγον. Προβάτου δέρμα· ἔσωθεν δὲ λύκος ἐστὶν ὁ φθεγγόμενος. Ἐπίβουλος γνωριζέσθω. Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει. Ἤκουσας Υἱόν; Νόησον τὴν πρὸς Πατέρα ὁμοιότητα. Ὁμοιότητα λέγω δι' ἀσθένειαν τῶν δυνατωτέρων σωμάτων. Ἐπεὶ τό γε ἀληθὲς (οὐ φοβοῦμαι γὰρ προσβαίνειν τὴν ἀλήθειαν), οὐκ εἰμὶ ἕτοιμος συκοφάντης. Ταυτότητα λέγω, φυλάσσων Υἱοῦ καὶ Πατρὸς ἰδιότητα. Ἐν ὑποστάσει Υἱοῦ, μορφὴν