1

 2

 3

 4

 5

 6

2

γραμμένων, ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει· καὶ πρὸ τούτου δὲ εἰρηκότος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλ λοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου ἐν ὑπο δείγματι ἀνθρωπίνῳ σφοδρότερον ἀπαγορεύοντος τὸ προσθεῖναι ἢ ὑφελεῖν τι ἐν ταῖς θεοπνεύστοις Γρα φαῖς, δι' ὧν φησιν· Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται.

Πᾶσαν μὲν οὖν ἀλλοτρίαν τῆς τοῦ Κυρίου διδα σκαλίας φωνὴν καὶ ἔννοιαν οὕτως ἡμεῖς πάντοτε καὶ νῦν ἀποφεύγειν ἐγνώκαμεν, καὶ τοῦ σκοποῦ δὲ, ὡς προεῖπον, τοῦ νῦν ἡμῖν τε καὶ ὑμῖν προκειμένου, καταπολὺ διαφέροντος τῶν ὑποθέσεων ἐκείνων, ὑφ' ὧν ἄλλοτε ἄλλως ἐπὶ τὸ γράψαι τι ἢ εἰπεῖν προήχθη μεν. ∆ιότι τότε μὲν αἱρέσεως ἔλεγχος καὶ ἀνατροπὴ τῆς τοῦ διαβόλου μεθοδείας ἐσπουδάζετο, νῦν δὲ τῆς ὑγιαινούσης πίστεως ὁμολογία τε καὶ φανέρωσις ἁπλῆ πρόκειται. Οὐκοῦν οὔτε τοῦ λόγου χαρακτὴρ ὁ αὐτὸς ἡμῖν καὶ νῦν ἁρμόζει. Ὡς γὰρ οὐκ ἂν λάβοι μετὰ χεῖρας ἄνθρωπος σκεύη τὰ αὐτὰ πολεμῶν καὶ γεωργῶν (ἄλλα γὰρ σκεύη τῶν ἐν ἀδείᾳ τὰ πρὸς τὸ ζῇν ἑαυτοῖς ἐκπονούντων, ἄλλαι δὲ πανοπλίαι τῶν ἐν πολέμῳ παρατασσομένων), οὕτως οὐκ ἂν εἴποι τὰ αὐτὰ ὁ παρακαλῶν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. καὶ ὁ τοὺς ἀντιλέγοντας ἐλέγχων. Ἄλλο γὰρ εἶδος λόγου ἐλεγκτικοῦ, καὶ ἄλλο εἶδος λόγου παρακλητικοῦ. Ἄλλη ἁπλότης τῶν ἐν εἰρήνῃ τὴν εὐσέβειαν ὁμολο γούντων, καὶ ἄλλοι ἱδρῶτες τῶν πρὸς τὰς ἀντιθέ σεις τῆς ψευδωνύμου γνώσεως ἱσταμένων. Ὥστε ἂν τούτῳ τῷ τρόπῳ καὶ ἡμεῖς οἰκονομοῦντες τοὺς λόγους ἡμῶν ἐν κρίσει, πανταχοῦ τοῖς πρὸς τὴν φυλακὴν ἢ οἰκοδομὴν τῆς πίστεως ἀκολούθως χρησαίμεθα, ποτὲ μὲν τοῖς ἐν μεθοδείᾳ τοῦ διαβόλου καταλύειν πειρω μένοις αὐτὴν ἀγωνιστικώτερον ἀνθιστάμενοι, ποτὲ δὲ τοῖς οἰκοδομεῖσθαι βουλομένοις ἐν αὐτῇ ἁπλοϊ κώτερον καὶ οἰκειότερον αὐτὴν ἐξηγούμενοι, καὶ οὐδὲν ἄλλο ποιοῦντες ἢ ἐκεῖνο τὸ παρὰ τοῦ Ἀποστό λου εἰρημένον· Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκά στῳ ἀποκριθῆναι. Πρὶν δὲ ἐλθεῖν ἐπ' αὐτὴν τὴν τῆς 31.681 πίστεως ὁμολογίαν, κἀκεῖνο ἐπισημήνασθαι ἄξιον· ὅτι τὴν τοῦ Θεοῦ μεγαλειότητα καὶ δόξαν, καὶ λόγῳ ἀπερίληπτον οὖσαν, καὶ νῷ ἀκατάληπτον, ἑνὶ μὲν ῥήματι ἢ νοήματι οὔτε δηλωθῆναι, οὔτε νοηθῆναι οἷόν τε ἦν· διὰ πλειόνων δὲ τῶν ἐνστρεφομένων τῇ ἡμετέρᾳ χρήσει ἡ θεόπνευστος Γραφὴ μόλις τοῖς καθαροῖς τῇ καρδίᾳ, ὡς δι' ἐσόπτρου, ᾐνίξατο.

Τὸ μὲν γὰρ πρόσωπον πρὸς πρόσωπον, καὶ ἡ τελεία ἐπίγνω σις ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποδοθῆναι ἐπήγγελται· νῦν δὲ, κἂν Παῦλός τις ᾖ, κἂν Πέτρος, βλέπει μὲν ἀληθῶς ἃ βλέπει, καὶ οὐ πλανᾶται, οὐδὲ φαντάζεται, δι' ἐσόπτρου δὲ ὅμως βλέπει, καὶ ἐν αἰνίγματι, καὶ τὸ ἐκ μέρους νῦν εὐχαρίστως δε χόμενος, τὸ τέλειον εἰς τὸ μέλλον περιχαρῶς ἀπεκδέ χεται. Ὅπερ πιστοῦται μὲν ὁ ἀπόστολος Παῦλος, τῷ τοιούτῳ τινὶ τρόπῳ κατασκευάζων τὸν λόγον, ὅτι Ὥσπερ, Ὅτε μὲν ἤμην νήπιος, ἄρτι τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ ἐκμανθάνων, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νή πιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ ἐπεί γομαι φθάσαι, τὰ τοῦ νηπίου κατήργηκα. Καὶ τοσαύτην ἔσχον ἐν τῇ τῶν θείων καταλήψει τὴν προ κοπὴν καὶ βελτίωσιν, ὥστε τὴν μὲν ἐν τῇ Ἰουδαϊκῇ λατρείᾳ ἐπίγνωσιν νηπίας φρενὸς ἐοικέναι κινήμασιν, ἀνδρὶ δὲ ἤδη τὰ πάντα τελείῳ προσήκουσαν τὴν διὰ τοῦ Εὐαγγελίου γνῶσιν. Οὕτως ἐν συγκρίσει τῆς ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποκαλυφθησομένης γνώσεως, καὶ τὸ δοκοῦν νῦν ἐν τῇ γνώσει τέλειον βραχύ τι καὶ ἀμυδρότερον τοσοῦτον, ὡς πλέον ἀπολιμ πάνεσθαι τῆς ἐν τῷ μέλλοντι