De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
μέχρι οὗ φθάσῃ εἰς βαθμόν. χρὴ δὲ εἰδέναι, ὅτι τῷ μέρει τῆς δεσποίνης ἐκ τοῦ κοινοῦ καταλόγου ἀπονενεμημένοι εἰσὶν δʹ σιλεντιάριοι ἐξ ὑπολήμψεως χρηστῆς καὶ βίου μεμαρτυρημένοι σεμνοῦ. καὶ 390 οὓς ἂν ἐπιλέξηται ἡ δέσποινα, εἰσάγονται παρ' αὐτῇ. αὐτὴ δὲ λαμβάνουσα τὸ βεργίον τὸ χρυσοῦν παρὰ τοῦ ὀστιαρίου, ἐπιδίδωσιν τῷ σιλεντιαρίῳ, καίτοι ἔχοντι ἤδη τὴν στρατείαν, καὶ προσεδρεύουσιν οἱ δʹ οὗτοι εἰς μέρος αὐτῆς. ῥεφερενδάριος δὲ γίνεται ἀπὸ ψιλῶν μανδάτων διδομένων αὐτῷ παρὰ τοῦ πραιποσίτου· δεῖ δὲ αὐτὸν εἶναι τριβοῦνον νοταρίων. δεῖ δὲ εἰδέναι, ὅτι καὶ ἡ δέσποινα ἔχει ἕνα ῥεφερενδάριον, καὶ αὐτὸς ὁμοίως τοῖς ἄλλοις γίνεται. καὶ ὅτε, τελευτησάσης τῆς θείας τὴν λῆξιν Θεοδώρας, ὁ εὐσεβὴς δεσπότης ἐκέλευσεν τὸν ῥεφερενδάριον αὐτῆς αὐτῷ ὑπηρετεῖν διὰ τὸ σχολάζειν αὐτὸν, οἷα μὴ οὔσης αὐγούστης. χρὴ δὲ εἰδέναι, ὅτι δύο μόνοι τοῦ δεσπότου ἀννωνεύονται καὶ ὁ τῆς αὐγούστης. οἱ γὰρ ἄλλοι πάντες δίχα ἀννωναρίων εἰσὶν, ἀλλ' ὡς τριβοῦνοι νοτάριοι πραιτωριανοὶ πουνκτάριοι τὰς ῥόγας λαμβάνουσιν. βεστήτορες δὲ γίνονται ἀπὸ πετιτωρίου, γραφομένου μὲν παρὰ τοῦ χαρτουλαρίου τῆς κατ' αὐτὸν σχολῆς, ὑπογραφομένου παρὰ τοῦ δεσπότου. δομέστικοι δὲ καὶ προτίκτορες οὕτως. πάλαι μὲν ἀπὸ προσκυνήσεως μόνης ἦν ἡ στρατεία αὐτῶν· νῦν δὲ προβατωρείαν ποιεῖ ὁ δεσπότης, καὶ προσάγει αὐτὸν ὁ δηκουρίων ἀτραβατικὸν φοροῦντα χλανίδιν, ἢ ἐν 391 κονσιστωρίῳ μετὰ τὸ πάντα πραχθῆναι, ἢ ἀνιόντος αὐτοῦ εἰς τὸ ἱππικὸν ἵσταται ἐμπρὸς τοῦ δέλφακος, καὶ λέγει ἐπὶ μὲν τῶν προτικτόρων· "ἀδοράτορ προτέκτορ·" ἐπὶ δὲ τῶν δομεστίκων· "ἀδοράτορ προτέκτορ δομεστίκους." καὶ λαμβάνει τὴν προβατωρίαν παρὰ τοῦ δεσπότου, καὶ φιλεῖ τοὺς πόδας, καὶ ἐξέρχεται. πάντων δὲ τῶν ἀγοραζόντων τόπους καὶ συμβόλαια ἔξωθεν παρὰ τῶν πιπρασκόντων γίνεται πρὸς τούτοις καὶ σύμβολα γίνεται. νῦν δὲ καὶ ἐν φερίαις πολλάκις ὁ εὐσεβὴς δεσπότης ἡμῶν ποιεῖ. οἱ δὲ κανδιδάτοι γίνονται οὕτως. ἀνιόντος τοῦ βασιλέως εἰς τὸ ἱππικὸν, ἢ προϊόντος εἰς οἱονδήποτε πρόκενσον, χρὴ τὸν μάγιστρον προευτρεπίσαι τὸν κόμητα τῆς ἕκτης ἢ ἑβδόμης σχολῆς καὶ τοὺς πριμικηρίους τῶν κανδιδάτων καὶ μανιάκιν. καὶ αὐτὸν τὸν μέλλοντα γίνεσθαι κανδιδάτον, φοροῦντα ῥούσεον πεκτοράριν καὶ λευκὸν χλανίδιν, ἀνιόντος τοῦ βασιλέως εἰς τὸ ἱππικὸν, δεῖ στῆναι ἐμπρὸς τῆς θύρας τῆς μετὰ τὰ πούλπιτά ποτε· νῦν δὲ εἰληματικῆς γενομένης σκάλης παρὰ τοῦ εὐσεβοῦς ἡμῶν δεσπότου Ἰουστινιανοῦ, τὸν μέλλοντα προάγεσθαι ἔνθα ἵστανται οἱ βάρβαροι καὶ προσκυνοῦσιν. καὶ ἅμα εἰσέλθῃ ὁ 392 βασιλεὺς, ὁ κόμης τῆς σχόλης, ἐὰν παρῇ, εἰ δὲ μὴ πάρεστιν, ὁ πριμικήριος, ἐπιδίδωσιν τῷ μαγίστρῳ τὸ μανιάκιν· καὶ ὁ μάγιστρος, ἑστὼς ἐκ τῶν δεξιῶν τοῦ βασιλέως, κρατεῖ ταῖς δύο χερσὶν, καὶ προσφέρει τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἐπιδίδωσιν αὐτῷ τῷ κανδιδάτῳ, καὶ φιλεῖ τοὺς πόδας αὐτοῦ καὶ ἀνίσταται. δεῖ δὲ εἰδέναι, ὅτι ὁ λαμβάνων τὸ μανιάκιν τοῦ κανδιδάτου πάντως καὶ πραισεντάλιος γίνεται. ἐὰν δὲ ἐναρίθμιός ἐστιν εἰς τοὺς μʹ, προτάττεται καὶ τῶν σουπερνουμέρων πάντων σχολαρίων, καὶ ἐνάννωνος τάττεται. καὶ ὅταν μέλλοι πληροῖν ὁ πριμικήριος τῶν κανδιδάτων πρὸ μιᾶς ἢ δευτέρας ἡμέρας τῶν καλάνδων Μαΐων, εἰσφέρει αὐτοὺς ὁ μάγιστρος λευχημονοῦντας παρὰ τῷ δεσπότῃ, καὶ προσκυνοῦσιν οἱ πληρώσαντες καὶ οἱ μέλλοντες ἐπιβαίνειν τῷ πριμικηράτῳ. καὶ οἱ ἄλλοι εὐχαριστοῦσιν. προσφέρεται δὲ κανδιδάτος καὶ ἐν τῷ ἄρματι, ἔνθα ἵστανται οἱ κανδιδάτοι, καὶ οὐ μόνον ἐν τῷ ἐνταῦθα παλατίῳ, καὶ ἐν τοῖς προκένσοις, καὶ ἔνθα ἄν ἐστιν ὁ βασιλεύς. πάντως δὲ εἰς ἐκεῖνον τὸν τόπον δεῖ προσενεχθῆναι τὸν κανδιδάτον, ἔνθα οἱ κανδιδάτοι καὶ ἐξκουβεύουσιν καὶ ἵστανται. καὶ ταῦτα μὲν ἡ συνήθεια. ὁ μέντοι εὐσεβὴς ἡμῶν δεσπότης πολλάκις καὶ ἐν φερίαις καὶ 393 ἔσω καθήμενος ἐκέλευσεν γενέσθαι πάσας ταύτας τὰς στρατίας καὶ δίχα σιλεντίου. ΚΕΦ. πζʹ. Ὅσα δεῖ παραφυλάττειν, ἐὰν ὁ ἀναγορευθεὶς ἐν τοῖς ἄνω μέρεσιν βασιλεὺς ἀποστείλῃ πρέσβεις καὶ λαυρεάτα, μηδέπω δεχθεὶς ὑπὸ τοῦ
ἐνταῦθα βασιλέως εἰς τὴν βασιλείαν, καὶ πῶς βεβαιοῖ τὴν βασιλείαν αὐτοῦ καὶ τοὺς πρέσβεις ἀπολύει.
Χρὴ, πρεσβευτῶν ἐρχομένων, προμαθεῖν τὸν μάγιστρον καὶ ἑτοιμάσαι τὰ μητάτα αὐτῶν,