EΠIΣΤOΛAI ∆IAΦOΡOI

 δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν· οὐδὲ γὰρ ἄνθρωπος μόνον -οὐδὲ ὑπερούσιος, εἰ ἄνθρωπος μόνον-, ἀλλ' ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλάνθρωπος,

 Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπών, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ' ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾗ

 βευθέντα. Φ»σει δὲ πάντως Ἀπολλοφάνης οὐκ εἶναι ταῦτα ἀληθῆ. Μάλιστα μὲν οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ μνημόσ

 «ἄνδρα κατὰ τὴν καρδίαν μου». Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἀκακίας ἐχόμενος ἐδικαιοῦτο, καὶ Ἰωσὴφ τοὺς

 γὰρ «ἐφ' ἑαυτὸν» ὁ θεὸς «ἐμερίσθη· πῶς» γὰρ «σταθήσεται ἡ βασιλεία αὐτοῦ » Καὶ εἰ «τοῦ θεοῦ ἐστιν», ὡς τὰ λόγιά φησιν, «ἡ κρίσις», οἱ δὲ ἱερεῖς ἄγγελο

 καὶ βαθύτερα ἐννοεῖν, διανοεῖσθαι δὲ μόνα τὰ κατ' ἀξίαν αὐτῷ προστε ταγμένα. Τί οὖν, φῄς, οὐ χρὴ τοὺς ἱερέας ἀσεβοῦντας ἢ ἄλλο τι τῶν ἀτόπων ἐξελεγχομ

 Aὐτὸς μὲν οὖν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ λόγῳ τὰ κατ' ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοὶ καὶ τούτοις οἱ ἱερεῖς, ἱεράρχαι δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ἱε

 -τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον-, ὃν ὁ Χριστός, ἀγαθὸς ὤν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ καὶ ἀποφεύγοντα προσκαλεῖται καὶ εὑρεθέντα μόλις ἐπὶ τῶν ὤμ

 ἑστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινούς, ὅσον οὔπω καταφερο μένους ὑπὸ τῆς τῶν οἰκείων ποδῶν ἀστασίας. Κάτωθεν δὲ ἀπὸ τοῦ χάσματος ὄφεις ἀνέρπειν

 διαπλαττούσης καὶ δένδρα τινὰ καὶ βλαστοὺς καὶ ἄνθη καὶ ·ίζας προ βαλλομένης ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας ἢ ἀπαυγασμάτων προαγω γικὰς φωτογονίας ἢ ἄλλα

 τῶν τυπωτικῶν συμβόλων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα καὶ δηλοῦσιν, ὅσοι καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς ἀκηκοότες ἐ

 καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς καὶ τὰ πόματα καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι καὶ πρόνοια παντε

 ἀγαθῶν ἀποπεπλησμένα. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οἰόμεθα τῶν πολλῶν πόνων καὶ ζωὴν ἀπήμονα καὶ πολιτείαν ἔνθεον ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἁπάσης εὐπαθ

 ἐφελκύσασθαι καὶ μεταλαβεῖν τοῦ φωτός. Ἡμᾶς δὲ οὐδὲ τοὐναντίον ἀποστερήσει τῆς Ἰωάννου παμφαοῦς ἀκτῖνος, νῦν μὲν ἐντευξομένους τῇ μνήμῃ καὶ ἀνανεώσει

δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν· οὐδὲ γὰρ ἄνθρωπος μόνον -οὐδὲ ὑπερούσιος, εἰ ἄνθρωπος μόνον-, ἀλλ' ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλάνθρωπος, ὑπὲρ ἀνθρώπους καὶ κατὰ ἀνθρώπους ἐκ τῆς ἀνθρώπων οὐσίας ὁ ὑπερούσιος οὐσιωμένος. Ἔστι δὲ οὐδὲν ἧττον ὑπερ ουσιότητος ὑπερπλήρης ὁ ἀεὶ ὑπερούσιος, ἀμέλει τῇ ταύτης περιουσίᾳ, καὶ εἰς οὐσίαν ἀληθῶς ἐλθὼν ὑπὲρ οὐσίαν οὐσιώθη καὶ ὑπὲρ ἄνθρωπον ἐνήργει τὰ ἀνθρώπου. Καὶ δηλοῖ παρθένος ὑπερφυῶς κύουσα καὶ ὕδωρ ἄστατον ὑλικῶν καὶ γεηρῶν ποδῶν ἀνέχον βάρος καὶ μὴ ὑπεῖκον, ἀλλ' ὑπερφυεῖ δυνάμει πρὸς τὸ ἀδιάχυτον συνιστάμενον. Τί ἄν τις τὰ λοιπὰ πάμπολλα ὄντα διέλθοι; ∆ι' ὧν ὁ θείως ὁρῶν ὑπὲρ νοῦν γνώσεται καὶ τὰ ἐπὶ τῇ φιλανθρωπίᾳ τοῦ Ἰησοῦ καταφασκόμενα, δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα. Καὶ γάρ, ἵνα συνελόντες εἴπωμεν, οὐδὲ ἄνθρωπος ἦν, οὐχ ὡς μὴ ἄνθρωπος, ἀλλ' ὡς ἐξ ἀνθρώπων ἀν θρώπων ἐπέκεινα καὶ ὑπὲρ ἄνθρωπον ἀληθῶς ἄνθρωπος γεγονώς, καὶ τὸ λοιπὸν οὐ κατὰ θεὸν τὰ θεῖα δράσας, οὐ τὰ ἀνθρώπεια κατὰ ἄνθρω πον, ἀλλ' ἀνδρωθέντος θεοῦ, καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος.

∆ΩΡOΘEΩι ΛEIΤOΥΡΓΩι

Ὁ θεῖος γνόφος ἐστὶ τὸ «ἀπρόσιτον φῶς», ἐν ᾧ κατοικεῖν ὁ θεὸς λέγεται, καὶ ἀοράτῳ γε ὄντι διὰ τὴν ὑπερέχουσαν φανότητα καὶ ἀπρο σίτῳ τῷ αὐτῷ δι' ὑπερβολὴν ὑπερουσίου φωτοχυσίας. Ἐν τούτῳ γί γνεται πᾶς ὁ θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μὴ ὁρᾶν μηδὲ γινώσκειν· ἀληθῶς ἐν τῷ ὑπὲρ ὅρασιν καὶ γνῶσιν γιγνόμενος τοῦτο αὐτὸ γιγνώσκων, ὅτι μετὰ πάντα ἐστὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά, καὶ προφητικῶς ἐρῶν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἀπ' ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν». Ὥσπερ οὖν καὶ ὁ θεῖος Παῦλος ἐγνωκέναι τὸν θεὸν λέγεται γνοὺς αὐτὸν ὑπὲρ πᾶσαν ὄντα νόησιν καὶ γνῶσιν, διὸ καὶ ἀνεξιχνιάστους εἶναι τὰς ὁδοὺς αὐτοῦ φησι καὶ «ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ» καὶ ἀνεκδιηγή τους τὰς δωρεὰς αὐτοῦ καὶ τὴν εἰρήνην αὐτοῦ ὑπερέχουσαν «πάντα νοῦν», ὡς εὑρηκὼς τὸν ὑπὲρ πάντα καὶ τοῦτο ὑπὲρ νόησιν ἐγνωκώς, ὅτι πάντων ἐστὶν ἐπέκεινα πάντων αἴτιος ὤν.

ΣΩΠAΤΡΩι IEΡEI

Μὴ τοῦτο οἴου νίκην, ἱερὲ Σώπατρε, τὸ εἰς θρησκείαν ἢ δόξαν ὑβρίσαι μὴ ἀγαθὴν φαινομένην· οὐδὲ γάρ, οὐδ' εἰ κεκριμένως αὐτὴν ἐξελέγξεις, ἤδη τὰ Σωπάτρου καλά· δυνατὸν γὰρ καὶ σὲ καὶ ἄλλους ἐν πολλοῖς τοῖς ψεύδεσι καὶ φαινομένοις, ἓν ὂν καὶ κρύφιον, τὸ ἀληθὲς λανθάνειν. Oὐδὲ γάρ, εἴ τι μὴ ἐρυθρόν, ἤδη λευκόν· οὐδέ, εἴ τις μὴ ἵππος, ἐξ ἀνάγκης ἄνθρωπος. Oὕτω δὲ ποιήσεις ἐμοὶ πειθόμενος· ἀφέξῃ μὲν τοῦ καθ' ἑτέρων λέγειν, ὑπὲρ ἀληθείας δὲ ὄντως ἐρεῖς, ὡς πάντη εἶναι ἀνεξέλεγκτα τὰ λεγόμενα.

ΠOΛΥΚAΡΠΩι IEΡAΡΧHι