EΠIΣΤOΛAI ∆IAΦOΡOI

 δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν· οὐδὲ γὰρ ἄνθρωπος μόνον -οὐδὲ ὑπερούσιος, εἰ ἄνθρωπος μόνον-, ἀλλ' ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλάνθρωπος,

 Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπών, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ' ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾗ

 βευθέντα. Φ»σει δὲ πάντως Ἀπολλοφάνης οὐκ εἶναι ταῦτα ἀληθῆ. Μάλιστα μὲν οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ μνημόσ

 «ἄνδρα κατὰ τὴν καρδίαν μου». Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἀκακίας ἐχόμενος ἐδικαιοῦτο, καὶ Ἰωσὴφ τοὺς

 γὰρ «ἐφ' ἑαυτὸν» ὁ θεὸς «ἐμερίσθη· πῶς» γὰρ «σταθήσεται ἡ βασιλεία αὐτοῦ » Καὶ εἰ «τοῦ θεοῦ ἐστιν», ὡς τὰ λόγιά φησιν, «ἡ κρίσις», οἱ δὲ ἱερεῖς ἄγγελο

 καὶ βαθύτερα ἐννοεῖν, διανοεῖσθαι δὲ μόνα τὰ κατ' ἀξίαν αὐτῷ προστε ταγμένα. Τί οὖν, φῄς, οὐ χρὴ τοὺς ἱερέας ἀσεβοῦντας ἢ ἄλλο τι τῶν ἀτόπων ἐξελεγχομ

 Aὐτὸς μὲν οὖν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ λόγῳ τὰ κατ' ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοὶ καὶ τούτοις οἱ ἱερεῖς, ἱεράρχαι δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ἱε

 -τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον-, ὃν ὁ Χριστός, ἀγαθὸς ὤν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ καὶ ἀποφεύγοντα προσκαλεῖται καὶ εὑρεθέντα μόλις ἐπὶ τῶν ὤμ

 ἑστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινούς, ὅσον οὔπω καταφερο μένους ὑπὸ τῆς τῶν οἰκείων ποδῶν ἀστασίας. Κάτωθεν δὲ ἀπὸ τοῦ χάσματος ὄφεις ἀνέρπειν

 διαπλαττούσης καὶ δένδρα τινὰ καὶ βλαστοὺς καὶ ἄνθη καὶ ·ίζας προ βαλλομένης ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας ἢ ἀπαυγασμάτων προαγω γικὰς φωτογονίας ἢ ἄλλα

 τῶν τυπωτικῶν συμβόλων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα καὶ δηλοῦσιν, ὅσοι καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς ἀκηκοότες ἐ

 καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς καὶ τὰ πόματα καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι καὶ πρόνοια παντε

 ἀγαθῶν ἀποπεπλησμένα. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οἰόμεθα τῶν πολλῶν πόνων καὶ ζωὴν ἀπήμονα καὶ πολιτείαν ἔνθεον ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἁπάσης εὐπαθ

 ἐφελκύσασθαι καὶ μεταλαβεῖν τοῦ φωτός. Ἡμᾶς δὲ οὐδὲ τοὐναντίον ἀποστερήσει τῆς Ἰωάννου παμφαοῦς ἀκτῖνος, νῦν μὲν ἐντευξομένους τῇ μνήμῃ καὶ ἀνανεώσει

τῶν τυπωτικῶν συμβόλων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα καὶ δηλοῦσιν, ὅσοι καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς ἀκηκοότες ἐν ἑαυτοῖς ἀναπλάττουσι τύπον τινὰ πρὸς τὴν νόησιν αὐτοὺς τῆς εἰρημένης θεολογίας χειραγωγοῦντα. Καὶ αὐτὴ δὲ τοῦ φαινομένου παντὸς ἡ κοσμουργία τῶν ἀοράτων τοῦ θεοῦ προβέβληται, καθάπερ φησὶ Παῦλός τε καὶ ὁ ἀληθὴς λόγος. ∆ιὸ καὶ οἱ θεολόγοι τὰ μὲν πολιτικῶς καὶ ἐννόμως ἐπισκοποῦσι, τὰ δὲ καθαρτικῶς καὶ ἀχράντως, καὶ τὰ μὲν ἀνθρωπικῶς καὶ μέσως, τὰ δὲ ὑπερκοσμίως καὶ τελεσιουργικῶς· καὶ τοτὲ μὲν ἀπὸ τῶν νόμων τῶν φαινομένων, τοτὲ δὲ ἀπὸ τῶν ἀφανῶν θεσμῶν κατὰ τὸ προσῆκον τοῖς ὑποκειμένοις ἱεροῖς γράμμασι καὶ νοῖς καὶ ψυχαῖς. Oὐ γὰρ ἱστορίαν ψιλήν, ἀλλὰ ζωτικὴν ἔχει τελείωσιν ὁ προκείμενος αὐτοῖς ἅπας τε καὶ διὰ πάντων λόγος. Χρὴ τοιγαροῦν καὶ ἡμᾶς ἀντὶ τῆς δημώδους περὶ αὐτῶν ὑπολήψεως εἴσω τῶν ἱερῶν συμβόλων ἱεροπρεπῶς διαβαίνειν καὶ μὴ ἀτιμάζειν αὐτά, τῶν θείων ὄντα χαρακτήρων ἔκγονα καὶ ἀποτυπώματα καὶ εἰκόνας ἐμφανεῖς τῶν ἀποῤῥήτων καὶ ὑπερφυῶν θεαμάτων. Καὶ γὰρ οὐ μόνα τὰ ὑπερούσια φῶτα καὶ τὰ νοητὰ καὶ ἁπλῶς τὰ θεῖα τοῖς τυπωτικοῖς διαποικίλλεται συμβόλοις, ὡς «πῦρ» ὁ ὑπερούσιος θεὸς λεγόμενος καὶ τὰ νοητὰ τοῦ θεοῦ λόγια «πεπυρωμένα». Προσέτι δὲ καὶ τῶν νοητῶν ἅμα καὶ νοερῶν ἀγγέλων οἱ θεοειδεῖς διάκοσμοι ποικίλαις μορφαῖς δια γράφονται καὶ πολυειδέσι καὶ ἐμπυρίοις σχηματισμοῖς. Καὶ ἄλλως χρὴ τὴν αὐτὴν τοῦ πυρὸς εἰκόνα κατὰ τοῦ ὑπὲρ νόησιν θεοῦ λεγομένην ἐκλαβεῖν, ἄλλως δὲ κατὰ τῶν νοητῶν αὐτοῦ προνοιῶν ἢ λόγων καὶ ἄλλως ἐπὶ τῶν ἀγγέλων, καὶ τὴν μὲν κατ' αἰτίαν, τὴν δὲ καθ' ὕπαρξιν, τὴν δὲ κατὰ μέθεξιν καὶ ἄλλα ἄλλως, ὡς ἡ κατ' αὐτὰ θεωρία καὶ ἐπιστη μονικὴ διάταξις ὁροθετεῖ. Καὶ μὴ ὡς ἔτυχε τὰ ἱερὰ σύμβολα συμφύρειν, ἀλλὰ προσηκόντως αὐτὰ ταῖς αἰτίαις ἢ ταῖς ὑπάρξεσιν ἢ ταῖς δυνάμεσιν ἢ ταῖς τάξεσιν ἢ ταῖς ἀξίαις ἀναπτύσσειν, ὧν καὶ ἔστιν ἐκφαντορικὰ συνθήματα. Καὶ ὅπως μὴ πέρα τοῦ δέοντος ἐπιστέλλωμεν, ἐπ' αὐτὴν ἤδη τὴν προτεθεῖσαν ὑφ' ἡμῶν ζήτησιν ἰτέον. Καὶ λέγομεν, ὅτι πᾶσα τροφὴ τελεσιουργός ἐστι τῶν τρεφομένων τὴν ἀτέλειαν αὐτῶν καὶ τὴν ἔνδειαν ἀποπληροῦσα καὶ τὸ ἀσθενὲς θεραπεύουσα καὶ τὴν ζωὴν αὐτῶν φρου ροῦσα καὶ ἀναθάλλειν ποιοῦσα καὶ ἀνανεάζουσα καὶ ζωτικὴν αὐτοῖς εὐπάθειαν δωρουμένη καὶ ἁπλῶς τοῦ ἀνιῶντος καὶ τοῦ ἀτελοῦς ἐλάτειρα καὶ τῆς εὐφροσύνης αὐτῶν καὶ τῆς τελειότητος χορηγός. Καλῶς οὖν ἡ ὑπέρσοφος καὶ ἀγαθὴ σοφία πρὸς τῶν λογίων ὑμνεῖται κρατῆρα μυστικὸν ἱστῶσα καὶ τὸ ἱερὸν αὐτοῦ πόμα προνάουσα, μᾶλλον δὲ πρὸ τούτων τὰς στερεὰς τροφὰς προτιθεῖσα καὶ μετὰ ὑψηλοῦ κηρύγματος αὐτὴ τῶν δεομένων αὐτῆς ἀγαθοπρεπῶς ἐφιεμένη. ∆ιττὴν οὖν τὴν τροφὴν ἡ θεία σοφία προτίθησι, τὴν μὲν στερεὰν καὶ μόνιμον, τὴν δὲ ὑγρὰν καὶ προχεομένην· καὶ ἐπὶ κρατῆρι χορηγεῖ τὰς προνοητικὰς αὐτῆς ἀγαθότητας. Ὁ μὲν οὖν κρατὴρ περιφερὴς ὢν καὶ ἀναπεπταμένος σύμβολον ἔστω τῆς ἀνηπλωμένης ἅμα καὶ ἐπὶ πάντα περιπορευομένης ἀνάρχου καὶ ἀτελευτήτου τῶν ὅλων προνοίας. Πλὴν ἐπειδὴ καὶ ἐπὶ πάντα προϊοῦσα μένει ἐν ἑαυτῇ καὶ ἕστηκεν ἐν ἀκινήτῳ ταὐτότητι καὶ παντελῶς ἀνεκφοιτήτῳ ἑαυτῆς ἱδρυμένη, μονίμως καὶ ἀραρότως αὐτός τε ὁ κρατὴρ ἕστηκεν. Oἰκοδομοῦσα δὲ καὶ ἡ σοφία οἶκον ἑαυτῇ λέγεται