1

 2

 3

 4

 5

2

ἐν ταύτῃ καινοὺς ἐπήξατο τῇ κτίσει ὅρους καὶ νόμους· ἐν ταύτῃ κατέπαυσε τὸ Πάσχα τοῦ νόμου, καὶ Ἰουδαίων· ἐν ταύτῃ ἐπλήρωσε πάντα τὸν τύπον, σκιὰν καὶ προφητείαν. Τὸ Πάσχα ἡμῶν, τὸ Πάσχα τὸ ἀληθινὸν, ἐτύθη Χριστὸς, καὶ ἥτις ἐν Χριστῷ καινὴ κτίσις, ἥτις ἐν Χριστῷ καινὴ πίστις, καινοὶ νόμοι, καινὸς ὁ τοῦ Θεοῦ λαός· καινὸς, ἀλλ' οὐ παλαιὸς Ἰσραὴλ, καὶ καινὸν Πάσχα· καινὴ καὶ πνευματικὴ περιτομή· καινὴ καὶ ἀναίμακτος θυσία· καινὴ καὶ θεία διαθήκη. Ἐγκαινίζεσθε σήμερον, καὶ πνεῦμα εὐθὲς ἐγκαινίσατε ἐν ταῖς καρδίαις ὑμῶν, ὅπως δέξησθε τὰ τῆς ἑορτῆς τῆς νέας καὶ ἀληθινῆς μυστήρια, καὶ τρυφήσητε σήμερον τρυφὴν τὴν ὄντως οὐράνιον, καὶ ἀπέλθητε φωτισθέντες τὰ μὴ παλαιούμενα τοῦ νέου Πάσχα ἀντὶ παλαιοῦ μυστήρια ἀντίτυπα· ὅπως συνήσητε ὅσον τὸ μέσον, καὶ διάφορον τῶν Ἰουδαίων τὰ ἡμέτερα, καὶ τίς σύγκρισις τῶν τύπων πρὸς τὴν ἀλήθειαν. Ἀρξώμεθα τὰ τῆς Χριστοῦ Πάσχα ἀναστάσεως, καὶ θεωρίας, ἐκ τῶν ἐντεῦθεν. Ἀπεστέλλετό ποτε πρὸς σωτηρίαν λαοῦ ἀπὸ Θεοῦ ἐξ ὄρους ὑψηλοῦ ὁ νομοθέτης Μωϋσῆς πρὸς τὸν τοῦ νόμου τύπον· ἀπεστάλη καὶ ὁ Κύριος ὁ νομοθέτης, καὶ Θεὸς ἀπὸ Θεοῦ, καὶ ὄρος ἀπ' ὄρους οὐρανίων ὀρέων, εἰς σωτηρίαν τοῦ ἡμετέρου λαοῦ, τὸ τῆς ἀληθείας. Ἀλλὰ Μωϋσῆς ἐκ Φαραὼ καὶ Αἰγυπτίων ἐλυτρώσατο· Χριστὸς δὲ ἐκ διαβόλου, καὶ δαιμόνων ἐλυτρώσατο ἡμᾶς. Ἀλλὰ πεφόνευκε Μωϋσῆς χώσας ἐν τῇ ἄμμῳ τὸν ἀδικοῦντα τὸν Ἰουδαῖον· τεθανάτωκε καὶ Χριστὸς διάβολον, παραπέμψας αὐτὸν τῇ ἀβύσσῳ. Εἰρήνευσε Μωϋσῆς τοὺς δύο ἀδελφοὺς αὐτοῦ μαχομένους· εἰρήνευσε καὶ ὁ Χριστὸς τοὺς δύο λαοὺς αὐτοῦ, ἑνώσας τὰ οὐράνια τοῖς ἐπιγείοις. Ἐκεῖ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἀπερχομένη εὗρε λαβοῦ 43.469 σα τὸν Μωϋσῆν· ἡ δὲ τοῦ Χριστοῦ Ἐκκλησία καὶ θυγάτηρ βαπτίζεσθαι λαμβάνει Χριστὸν, οὐκ ἀπὸ θίβης τριμηνιαῖον, ὡς Μωϋσῆν, ἀλλ' ἐκ τοῦ τάφου τριήμερον ἀντὶ Μωϋσῆ. Ἐκεῖ τυπικῶς καὶ νυκτερινῶς τὸ Πάσχα ὁ Ἰσραὴλ ἐποίησεν· ἐνταῦθα φωτεινῶς τε καὶ ἡμερινῶς τὸ Πάσχα ἑορτάζομεν. Ἐκεῖ πρὸς ἑσπέραν τῆς ἡμέρας· ἐνταῦθα πρὸς ἑσπέραν τῶν χρόνων τοῦ αἰῶνος. Ἐκεῖ αἱ τῶν φλιῶν θύραι τῷ αἵματι ἐχρίοντο· ἐνταῦθα αἱ τῶν πιστῶν καρδίαι τῷ τοῦ Χριστοῦ σφραγίζονται αἵματι. Ἐκεῖ νυκτερινὴ ἦν θυσία, καὶ νυκτὶ ἡ τῆς Ἐρυθρᾶς θαλάσσης διάβασις· ἐνταῦθα σωτηρία, καὶ φωτεινὴ ἡ τῆς Ἐρυθρᾶς τοῦ βαπτίσματος θάλασσα, καὶ πυριζούσης τὸ πῦρ τοῦ Πνεύματος· ἐν ᾧ καὶ Πνεῦμα Θεοῦ ἀληθῶς ἐπιφέρεται ὁμοῦ, καὶ ἐπιφαίνεται, καὶ ἐπὶ τοῦ αὐτοῦ ὕδατος, ἐν ᾧ συντρίβεται ἡ κεφαλὴ τοῦ δράκοντος, καὶ ἄρχοντος τῶν δρακόντων τῶν δαιμονικῶν τοῦ διαβόλου λαῶν. Ἐκεῖ τὸν Ἰσραὴλ νυκτερινῷ Μωϋσῆς βαπτίσματι· ἐκεῖ νεφέλη τὸν λαὸν σκέπει· τὸν δὲ Χριστοῦ λαὸν ἡ δύναμις τοῦ Ὑψίστου ἐπισκιάζει. Ἐκεῖ τοῦ λαοῦ σωθέντος ἡ Μωϋσέως Μαρία ἐχόρευσεν· ἐνταῦθα δὲ τοῦ λαοῦ τῶν ἐθνῶν σωζομένου ἡ τοῦ Χριστοῦ Ἐκκλησία σὺν πάσαις αὐτῆς ταῖς Ἐκκλησίαις ἑορτάζει. Ἐκεῖ τῆς κτίσεως πέτρᾳ προσφεύγει Μωϋσῆς· ἐνταῦθα τῆς πίστεως πέτρᾳ προσφεύγει ὁ λαός. Ἐκεῖ αἱ πλάκαι αἱ νομικαὶ συντρίβονται, τὴν τοῦ νόμου διάβασιν μηνύουσαι ὁμοῦ, καὶ παλαίωσιν· ἐνταῦθα δὲ οἱ θεῖοι νόμοι ἀδιάῤῥηκτοι σώζονται. Ἐκεῖ μόσχος ἐχωνεύετο εἰς τὴν τοῦ λαοῦ τιμωρίαν· ἐνταῦθα δὲ ὁ Ἀμνὸς τοῦ Θεοῦ θύεται εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. Ἐκεῖ ῥάβδῳ πέτρα τύπτεται· ἐνταῦθα δὲ Χριστὸς ἡ πέτρα τὴν πλευρὰν νύττεται. Ἐκεῖ ὕδωρ ἐκ τῆς πέτρας ἐξέρχεται· ἐνταῦθα αἷμα καὶ ὕδωρ ἐκ ζωοποιοῦ πλευρᾶς πηγάζεται. Ἐκεῖνοι ὀρτυγομήτραν κρέα ἐξ οὐρανοῦ ἐδέξαντο· ἡμεῖς δὲ περιστερὰν τοῦ Πνεύματος ἐξ ὕψους δεχόμεθα. Ἐκεῖνοι μάννα πρόσκαιρον ἔφαγον, καὶ ἀπέθανον· ἡμεῖς γὰρ ἄρτον ἐσθίομεν εἰς ζωὴν αἰώνιον. Ἀλλ' ἐκεῖνα ὡς παλαιὰ καὶ σκιώδη πεπαλαίωται, καὶ τετέλεσται· τὰ δὲ τοῦ ἡμετέρου λαοῦ αὔξει, καὶ ἐπανθεῖ εἰς ἀεὶ διαμένοντα.