1

 2

 3

 4

2

Πνεύματος χάριτος τῆς εἰς πάντας γενησόμενος [lege γενησομένης] ὑπὸ τοῦ Σωτῆρος. Κηρύττει δὲ καὶ περὶ νηστείας καὶ με 22.1265 τανοίας, καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ τῶν ἐπὶ τοῦ σταυροῦ γενομένων σημείων.

ΑΒ∆ΙΟΥ, ∆ʹ.

Ὅρασιν ἀπαγγέλλει κατὰ τῆς Ἰδουμαίας, καὶ τοῦ τέλους αὐτῆς· καὶ κατὰ τῶν

ἐθνῶν τῶν ἐμπαροινησάντων τῷ Ἰσραήλ. Ἀναλωθήσεσθαι γὰρ τὸν οἶκον Ἠσαῦ ὑπὸ τοῦ Ἰακὼβ προσημαίνει.

ΙΩΝΑΣ, Εʹ.

Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν ἀπελθεῖν εἰς Νινευὴ καὶ κηρῦξαι ἐν αὐτῇ,

ὅτι ἔτι τρεῖς ἡμέραι καὶ καταστραφήσεται ἡ Νινευή. Ἀλλ' Ἰωνᾶς φεύγων τὸ κήρυγμα, ἀνέβη εἰς τὸ πλοῖον. Χειμῶνός τε γενομένου ἐξεβλήθη, καὶ κατεπόθη ὑπὸ κήτου θαλασσίου. Εἶτα μετὰ τρεῖς ἡμέρας ἐξέβαλε τὸ κῆτος τὸν Ἰωνὰν ζῶντα. Καὶ πάλιν ἐκ δευτέρας λόγος Κυρίου ἐγένετο πρὸς αὐτόν. Καὶ ἀπελθὼν ἐκήρυξεν εἰς τὴν Νινευὴ, ἐκεῖνοί τε ἀκούσαντες ἐμετανόησαν, καὶ παρήγαγε Κύριος τὴν ὀργὴν ἀπ' αὐτῶν. Τῆς μέντοι παρουσίας τοῦ Σωτῆρος σημεῖον αὐτὸς γέγονε, καὶ καταποθεὶς ὑπὸ τοῦ κήτους, καὶ ἐκβληθεὶς ἀβλαβής.

ΝΑΟΥΜ Ο ΤΟΥ ΕΛΚΕΣΑΙΟΥ, Ζʹ.

Λῆμμα περὶ τῆς ἀπωλείας Νινευῆ βιβλίον ὁράσεως. Προφητεύει καὶ κηρύττει

μὲν καὶ περὶ ἑορτῆς. Προσημαίνει δὲ ἐν αὐτῇ περὶ τοῦ Σωτῆρος, καὶ τὰ λοιπὰ πάντα κατὰ τῆς Νινευῆ, καὶ τοῦ τέλους αὐτῆς, καὶ τῶν ἐχθρῶν τοῦ Ἰσραὴλ παραγγέλλει.

ΑΜΒΑΧΟΥΜ, Ηʹ.

Λῆμμα καὶ αὐτὸς εἶδεν· προφητεύει δεόμενος μὲν περὶ τῆς ἁλώσεως τῆς

Ἱερουσαλήμ. Προσημαίνων δὲ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Λέγει δὲ καὶ προφητεύει κατὰ τῶν καταφρονητῶν. Εἶτα μεταξὺ προσευχή ἐστι τοῦ προφήτου μετ' ᾠδῆς. Καὶ τρία διαψάλματά ἐστιν ἐν τῇ λεγομένῃ ᾠδῇ ᾄδοντος αὐτοῦ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος, καὶ τῆς κατὰ θανάτου νίκης.

ΣΟΦΟΝΙΑΣ Ο ΤΟΥ ΧΟΥΣΕΙ, Θʹ.

Οὗτος καὶ Ἱερεμίας συνεχρόνησαν ἀλλήλοις. Ἀμφότεροι γὰρ ἐπὶ τοῦ Ἰωσία

βασιλέως Ἰούδα ἐπροφήτευσαν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ, καὶ παντὶ Ἰούδᾳ· καὶ προλέγει περὶ ἡμέρας ἐσομένης μεγάλης, ὥστε ἐξαρθῆναι πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση, καὶ πολὺν θρῆνον καὶ κοπετὸν γίγνεσθαι. Προφητεύει δὲ καὶ περὶ τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως, ἣν δι' ἡμᾶς ποιεῖ. Καὶ κατὰ Γάζης καὶ Ἀσκάλωνος, καὶ Ἀζώτου, καὶτῆς Ἀκκάρων, καὶ κατὰ Μωὰβ, καὶ Ἀμμὼν, καὶ κατὰ ∆αμασκοῦ, καὶ κατὰ Νινευῆ, καὶ κατὰ τῶν Αἰθιόπων.

ΑΓΓΑΙΟΣ, Ιʹ.