1

 2

 3

 4

3

Οὗτος μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ ἐπανόδῳ ἐν τῇ Ἱερουσαλὴμ, ἐπὶ ∆αρείου

βασιλέως Περσῶν, δευτέρου ἔτους αὐτοῦ, τῷ ἕκτῳ μηνὶ γέγονεν. Λόγος Κυρίου ἐγένετο ἐν χειρὶ αὐτοῦ, καὶ προφητεύει τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ, καὶ τῷ λαῷ 22.1268 περὶ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλήμ· προφητεύει δὲ καὶ περὶ τῆς παρελεύσεως τῶν σκιῶν, καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν.

ΖΑΧΑΡΙΑΣ ΥΙΟΣ ΣΑ∆∆Ω, ΙΑʹ.

Καὶ οὗτος τῷ δευτέρῳ ἔτει ∆αρείου προφητεύει. Ἀλλὰ τῷ ὀγδόῳ μηνὶ λόγος

Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ ἄγγελος Κυρίου ἐλάλει ἐν αὐτῷ, καὶ προφητεύει πρὸς τοὺς πατέρας, καὶ τὴν Ἱερουσαλήμ. Πολλὰς δὲ καὶ ποικίλας ὁράσεις βλέπει, καὶ προφητεύει περὶ τοῦ Σωτῆρος διὰ πολλῶν, καὶ σημαίνων αὐτὸν ἔρχεσθαι ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου.

ΜΑΛΑΧΙΑΣ, ΙΒʹ.

Καὶ οὗτος μετὰ τὴν αἰχμαλωσίαν γέγονεν ἐπὶ ∆αρείου λῆμμα δὲ λόγου

Κυρίου ἐν χειρὶ ἀγγέλου αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ προφητεύει. Ὀνειδίζει δὲ τὸν Ἰσραὴλ ἐπὶ ταῖς παραβάσεσι, καὶ μέμφεται ἐπὶ τῇ ἀμελείᾳ τῶν δεκάτων, καὶ τῆς πρὸς τοὺς πτωχοὺς κοινωνίας· προφητεύει δὲ περὶ τῆς ἡμέρας τῆς κρίσεως, καὶ τῆς τοῦ Σωτῆρος ἐπιλάμψεως, καὶ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἀποστέλλεσθαι τὸν Ἡλίαν σημαίνει.

ΗΣΑΙΑΣ ΥΙΟΣ ΑΜΩΣ.

Οὗτος καὶ Ὠσηὲ, καθὰ προεῖπον, συνεχρόνησαν ἀλλήλοις· καὶ γὰρ καὶ οὗτος

ἐπὶ Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεχίου βασιλέων Ἰούδα, γέγονεν· ὅρασιν δὲ ἑωρακὼς προφητεύει κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ. Καὶ λόγος δὲ Κυρίου πρὸς αὐτὸν γέγονε· καὶ τὸ πλεῖστον τῆς προφητείας αὐτοῦ ἐστιν εὐαγγελία περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ὧν ἂν ἐδέξατο δι' ἡμᾶς παθών. Προφητεύει δὲ καὶ ἐπὶ ἔθνη ταῦτα· κατὰ Βαβυλῶνος, ἐπὶ τοὺς ἀλλοφύλους, κατὰ ∆αμασκοῦ, ὅρασιν Αἰγύπτου, ὅραμα τῆς Ἰδουμαίας, ὅραμα τῆς φάραγγος Σιὼν, ὅραμα Τύρου, ὅρασιν τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. ∆ιηγεῖται δὲ καὶ τὴν ἔφοδον Σεμναχηρεὶμ, καὶ Ῥαψάκου τὴν ἀλαζονίαν, τήν τε πτῶσιν καὶ ἀπώλειαν αὐτῶν· καὶ ὅτι νοσήσας Ἐζεκίας, καὶ μέλλων ἀποθνήσκειν, εὐξάμενος προσθήκην ἔσχεν ἐτῶν δεκαπέντε. Προφητεύει δὲ καὶ εὐνούχοις, καὶ τοῖς ἔθνεσι ἐν τῷ τέλει περὶ τῆς ἡμέρας τῆς κρίσεως.

ΙΕΡΕΜΙΑΣ Ο ΤΟΥ ΧΕΛΧΙΟΥ,

Ἐκ τῶν ἱερέων. Οὗτος, καθὰ προεῖπον, καὶ Σοφονίας συνεχρόνισαν ἑαυτοῖς·

παρέμεινε δὲ οὗτος ἕως Ἰωακεὶμ, καὶ ἕως ἑνδεκάτου ἔτους Σεδεκίου βασιλέως Ἰούδα, ἕως αἰχμαλωσίας τοῦ λαοῦ. Ῥῆμα δὲ Θεοῦ ἐγένετο πρὸς αὐτὸν, ὡς ἐγεννήθη λόγος Κυρίου πρὸς αὐτόν· καὶ ἐλέγχει τὰς ἀδικίας τῆς Ἱερουσαλὴμ διὰ πολλῶν· προφητεύει δὲ ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀβροχίας· καὶ ἐπὶ τὰ ἔθνη Αἰλὰμ καὶ τοῦ ἐλθεῖν βασιλέα Βαβυλῶνος, τοῦ ἐκκόψαι τὴν γῆν Αἰγύπτου· καὶ ἐπὶ Βαβυλῶνα· καὶ