εἰπεῖν. ἔστι δὲ καὶ πέμπτον εἶδος μεταφορᾶς ὡς ἀπὸ πράξεως εἰς πρᾶξιν, οἷον ἤδη πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὕφαινε. τὸ γὰρ ὑφαίνειν ἐπὶ τῶν ὑφασμάτων λεγόμενον νῦν ἐπὶ τὴν τῆς βουλῆς κατασκευὴν μετενήνεκται.
{1γʹ. ΚΑΤΑΧΡΗΣΙΣ.}1 Κατάχρησίς ἐστι φράσις μετενεχθεῖσα ἀπὸ τοῦ πρώ τως κατονομασθέντος κυρίως καὶ ἐτύμως ἐπὶ τὸ ἀκατο νόμαστον, ὡς ὅταν τὸ ἀπὸ χαλκοῦ ἐπίπεδον πυξίδα εἴ πωμεν· πυξὶς γὰρ ἡ ἐκ πύξου γεγονυῖα καλεῖται, ἐπει δὴ δὲ καὶ τὰ ἐξ ἄλλης οἱασοῦν ὕλης κατασκευασθέντα ἀκατονόμαστά εἰσι, πυξίδας καὶ ταῦτα καλοῦμεν κατα χρώμενοι τῷ ὀνόματι. καὶ ἀνδροφόνος κυρίως μέν ἐστιν ὁ ἄνδρα φονεύσας, καταχρηστικῶς δὲ καὶ ἐπὶ γυναικὸς λέγεται. καὶ τριήραρχος κυρίως ὁ τριήρους ἄρχων, κα 247 ταχρηστικῶς δὲ καὶ ὁ διήρους καὶ ὁ πεντήρους. τοιοῦ τόν ἐστι καὶ τὸ 20νέκταρ ᾠνοχόει20· τὸ γὰρ οἰνοχοεῖν κυρίως ἐπὶ τοῦ οἴνου λεχθὲν νῦν ἐπὶ τοῦ νέκταρος ἐλέχθη. ὡσαύτως καὶ τράχηλος κεραμίου καὶ γόνυ κα λάμου καὶ γαστὴρ νηὸς καὶ γλῶσσα ὑποδήματος καὶ τὰ τοιαῦτα. καὶ ψηφίζειν κυρίως τὸ ταῖς ψήφοις μετρεῖν, καταχρηστικῶς δὲ καὶ τοῖς δακτύλοις. ταῦτα γὰρ ἐπὶ τῶν κυρίως ὀνομασθέντων λεγόμενα καταχρηστικῶς καὶ ἐπὶ τῶν ἀνονομάστων λέγεται. διαφέρει δὲ κατάχρησις μεταφορᾶς, ὅτι ἡ μὲν μεταφορὰ ἀπὸ κατωνομασμένου ἐπὶ κατωνομασμένον πάλιν λέγεται, ἡ δὲ κατάχρησις ἀπὸ κατωνομασμένου ἐπὶ πάντη ἀκατονόμαστον, ὡς ὅταν τὸν ἐν λίμνῃ ἢ ποταμοῖς ἰχθύας ἀγρεύοντα ἁλιέα εἴ ποι τις· κυρίως γὰρ ἁλιεὺς ὁ ἐπὶ τῆς θαλάσσης λέγεται, ἐπειδὴ δὲ καὶ ὁ ἐν τοῖς ποταμοῖς ἀγρεύων ἀνονόμαστός ἐστι, καλοῦμεν καὶ τοῦτον ἁλιέα καταχρώμενοι τῷ ὀνό ματι.
{1∆ʹ. ΜΕΤΑΛΗΨΙΣ.}1 Μετάληψίς ἐστι φράσις μεταλαμβάνουσα τῆς ὁμω νυμίας ἐκ τοῦ κυρίως ὄντος ἢ διὰ τῆς συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, ὡς ὅταν τις τὸν γοργῶς τρέχοντα ὀξὺν παρὰ τὸν δρόμον εἴπῃ, ἢ τὸν ταχυπαθῆ χυμὸν ὀξὺν καλέσῃ χυμόν· ὀξὺ γὰρ κυρίως τὸ ἠκονημένον ξί φος λέγεται, ὅθεν καὶ τὸ ὤξυνεν ἐπὶ μαχαίρας ἢ ἑτέρου τινὸς ξίφους παραλαμβάνεται. ἢ ὡς παρὰ τῷ Ὁμήρῳ ἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκα θοῇσιν. τῷ μὲν γὰρ θοῷ συνωνυμεῖ τὸ ὀξὺ κατὰ τὴν κίνησιν, ὁμωνυμεῖ τὸ ὀξὺ κατὰ τὸ σχῆμα. τοιοῦτόν ἐστι καὶ τὸ Τεῦκρος δὲ τόξων χρώμενος φειδωλίᾳ· τουτέστιν ἀκριβείᾳ καὶ εὐστοχίᾳ· τῇ μὲν γὰρ φειδωλίᾳ συνωνυμεῖ καὶ ἡ κατὰ δόσιν ἀκρίβεια, τῇ δὲ ὁμωνυμεῖ ἡ κατὰ τέχνην ἀκρίβεια, ἤγουν ἡ εὐστοχία. 248
{1εʹ. ΥΠΕΡΒΑΤΟΝ.}1 Ὑπερβατόν ἐστι λέξις ὑπερβαίνουσα ἐκ τοῦ προη γουμένου εἰς αὐτὸ τὸ ἑπόμενον, οἷον ὡς ὅταν τις ἀντὶ τοῦ εἰπεῖν ἐπικαλοῦμαι τὸν κύριον, εἴποι ἐπὶ τὸν κύριον καλοῦμαι.
{1ʹ. ΑΝΑΣΤΡΟΦΗ.}1 Ἀναστροφή ἐστι λέξις ἀναστρέφουσα ἐκ τοῦ ὑποκει μένου εἰς τὸ προκείμενον, μηδενὸς μέρους λόγου μεταξὺ πίπτοντος, οἷον ὅταν τις ἀντὶ τοῦ εἰπεῖν ἕως ἡμῶν ἐλ θεῖν εἴπῃ ἡμῶν ἕως ἐλθεῖν.
{1ζʹ. ΣΥΝΕΚ∆ΟΧΗ.}1 Συνεκδοχή ἐστι λέξις δι' ἑτέρου καὶ ἕτερον συνεκ δηλοῦσα νόημα, ὡς ὅταν εἰρήνης οὔσης ἀντὶ τοῦ εἰπεῖν οὐκ ἔστι πόλεμος εἴπῃ, οὐκ ἔνι ὅπλα νῦν, ἢ ἀργοῦσιν ὅπλα νῦν. ἢ συνεκδοχή ἐστι λέξις ἢ φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, προσδεομένη δέ τινος ἔξωθεν δια νοίας, ἔχει δὲ διαφορὰς τέσσαρας· ἢ γὰρ ἀπὸ ὅλου δηλοῖ τὸ μέρος, οἷον βόας αὔας ἀντὶ τοῦ ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν, μέρος δὲ τοῦ ὅλου βύρσα· καὶ χάλκεον ἔγχος· μέρος γὰρ τοῦ ὅλου ἔγχους ὁ χαλκός. ἢ ἀπὸ μέρους τὸ πᾶν, οἷον θεὰ λευκώλενος Ἥρη· αἰνίττεται γὰρ ἀπὸ μέρους τῶν χειρῶν τὴν ὅλην λευκὴν εἶναι. καὶ ἀργυ ρόπεζα Θέτις. ἢ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, οἷον χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ· ἀντὶ τοῦ χρυσῆν πανοπλίαν. ἢ ἀπὸ τοῦ συμβόλου τὸ κύριον, οἷον σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων. ἀντὶ τοῦ βασιλείαν, ἧς τὸ σκῆπτρον σύμβολον.