2
Ὅπως ὁ πατριάρχης Ἀρσένιος ἐν φροντίσιν ἦν περὶ τῆς ἀρχῆς Ῥωμαίων καὶ περὶ βασιλέως. βʹ. Ὅπως ἀνίεσαν τὸν Παλαιολόγον τῶν φρικωδῶν ἀρῶν αἷς ὑπέκειτο, εἰ βασιλεύειν ἐννοοῖτο ἐπὶ τῷ βασιλεῦσαι Ῥωμαίων. 7 γʹ. Ὅπως ὤμνυον καὶ ἐπ' ἀμφοτέροις δουλείας ὅρκον οἱ Ῥωμαῖοι καὶ ἐπὶ τίσι διορισμοῖς. δʹ. Ὅπως ὤμνυεν ὁ Παλαιολόγος ἐπὶ τῷ παιδὶ καὶ οἱ μεγιστᾶνες συνάμα τοῖς ἄλλοις ἐπ' ἀμφοτέροις καὶ ὅπως ἐπὶ ἀσπίδος καθίσας ἀνευφημεῖτο. εʹ. Ὅπως καταστὰς ὁ Παλαιολόγος εἰς βασιλείαν ἐφιλοτιμεῖτο τὰ μέγιστα καὶ ἄρχουσι καὶ στρατιώταις καὶ τοῖς λοιποῖς. ʹ. Ὅπως τὰς ἄκρας ὠχύρου καὶ μήπω στεφθεὶς ὁ Παλαιολόγος. ζʹ. Ὅπως παρελογίσατο τὰς συνθήκας τῆς στεφηφορίας ὁ Παλαιολόγος. ηʹ. Ὅπως ὁ Παλαιολόγος μὲν ἐταινιώθη βασιλικῶς παρὰ τοῦ πατριάρχου, τὸ δὲ βασιλέως παιδίον ὁ βασιλεὺς Ἰωάννης παρεωράθη. θʹ. Ὅπως ὁ βασιλεὺς Μιχαὴλ στεφθεὶς ὑπεποιεῖτο τοὺς πολλοὺς δημηγο ρίαις καὶ φιλοτιμίαις. ιʹ. Ὅπως, ὑποστραφεὶς εἰς τὸ Νύμφαιον μετὰ τοῦ παιδός, πρέσβεις ἐδέχετο πανταχόθεν. ιαʹ. Ὁπόσα ὁ μέγας δομέστικος καὶ τοῦ βασιλέως αὐτάδελφος Ἰωάννης, ἐπιστὰς τοῖς δυτικοῖς, κατώρθωσε κἀκεῖσε τὰ τῆς σεβαστοκρατορίας σύμβολα δεξάμενος, ὑποστραφεὶς μετὰ τροπαίων, δεσπότης στέφεται παρὰ βασιλέως, ὅτε καὶ ὁ εἰς καίσαρα τεταγμένος αὐτάδελφος αὐτῶν Κωνσταντῖνος σεβαστοκράτωρ ἀναγορεύεται. ιβʹ. Ὅπως Μιχαὴλ ὁ δεσπότης, ἐν στενῷ τῶν πραγμάτων καταστάς, πέμπει τὴν ἰδίαν σύζυγον καὶ τὸν υἱὸν αὐτοῦ Ἰωάννην, τὴν μὲν πρεσβεύσουσαν, τὸν δ' ὁμηρεύσοντα. ιγʹ. Ὅπως τοὺς μεγιστᾶνας ἀξιώμασιν ἐτίμησεν ὁ κρατῶν. ιδʹ. Ὅπως διὰ σπουδῆς εἶχε παντοίας ὁ βασιλεὺς τὸ τὴν πόλιν ἑλεῖν καὶ ὅπως Σηλυβριανοὺς παρεστήσατο. ιεʹ. Ὅπως ὁ πατριάρχης Ἀρσένιος τοῦ πατριαρχικοῦ ὑπεξίσταται θρόνου. ιʹ. Ὅπως ὁ Ἐφέσου Νικηφόρος πατριάρχης ἀποκατέστη. ιζʹ. Ὅπως ὁ Σάρδεων καὶ ὁ Θεσσαλονίκης οὐ συνεφώνουν τοῖς ἄλλοις ἐπὶ τῇ τοῦ Ἐφέσου ψήφῳ εἰς τὸ πατριαρχεῖον. ιηʹ. Ὅπως ὁ Σάρδεων κατὰ τὴν Σηλυβρίαν μοναχικῶς ἀπεκείρατο. ιθʹ. Ὅπως πολλοὶ τῶν ἐκκλησιαστικῶν ἀρχόντων θνῄσκουσι δι' ὀλίγου καιροῦ. κʹ. Περὶ τῆς κατὰ τοῦ Γαλατᾶ φρουρίου τοῦ βασιλέως προσβολῆς. 9 καʹ. Περὶ τοῦ νεκροῦ τοῦ βασιλέως Βασιλείου τοῦ Βουλγαροκτόνου. κβʹ. Ὅπως ὁ πατριαρχεύων τότε Νικηφόρος συνάμα βασιλεῖ καταλαμβάνει τὸ Νύμφαιον καὶ περὶ ὧν ἔπραξε καὶ τοῦ θανάτου αὐτοῦ. κγʹ. Ὅπως ὁ βασιλεὺς ἐν ἀνέσει ἦν, τὸν νέον Ἰωάννην ἀποσκευασάμενος. κδʹ. Τὰ κατὰ τὸν χαλυφᾶν καὶ τοὺς Πέρσας, ὅπως ὑπετάγησαν Τοχάροις, καὶ ὡς ὁ σουλτὰν Ἀζατίνης εἰς βασιλέα καταφεύγει. κεʹ. Ὅπως εἶχον οἱ πρὶν βασιλεῖς περὶ Τοχάρους ἀκουομένους. κʹ. Περὶ τῶν κατὰ δύσιν καὶ ὅπως καῖσαρ προσέβαλεν ἐκ παρόδου τῇ πόλει. κζʹ. Ὅπως ἡ πόλις ἑάλω. κηʹ. Περὶ τοῦ πρωτασηκρῆτις Κακοῦ Σεναχηρείμ, τί ἔπραξεν, ἀκούσας ὅτι τοῖς Ῥωμαίοις ἑάλω ἡ πόλις. κθʹ. Ὅπως ἤκουσται τῷ βασιλεῖ ἡ τῆς πόλεως ἅλωσις. λʹ. ∆ημηγορία βασιλέως ἐπὶ τῇ ἁλώσει τῆς πόλεως. λαʹ. Ὅπως ὁ βασιλεὺς ἐλθὼν πανοικὶ εἰς τὴν πόλιν εἰσάγεται συνάμα τοῖς περὶ αὐτὸν ἄρχουσιν. λβʹ. Ὅπως προσηνέγκατο βασιλεὺς ταῖς τῶν Λατίνων φυλαῖς, εἰσελθὼν τὴν πόλιν. λγʹ. Ὅπως ἐτάχθησαν τὰ κατὰ τὴν πόλιν παρὰ τοῦ βασιλέως. λδʹ. Ὁποῖαι ἦσαν αἱ περὶ τοῦ πατριάρχου Ἀρσενίου τῶν ἀρχιερέων βουλαί. λεʹ. Ὅπως ὁ βασιλεὺς ἐκποδὼν τὸν νέον Ἰωάννην ἐποίει καὶ ὅπως τὰ γένη τῶν Ἰταλῶν ἐν τῇ πόλει κατῴκισεν. λʹ. Τὰ κατὰ τοὺς εἰς τὸν πάπαν καὶ τοὺς Ἰταλοὺς πρέσβεις τοῦ βασιλέως.
{ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΤΡΙΤΟΥ ΛΟΓΟΥ}. Ὅπως ἐσκόπει ὁ βασιλεὺς τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον. βʹ. Ὅπως
μετακληθεὶς ὁ πατριάρχης Ἀρσένιος εἰς τὴν πόλιν εἰσάγεται καὶ τὰ κατὰ τὴν δευτέραν στεφηφορίαν τοῦ βασιλέως. γʹ. Ὅπως ὁ βασιλεὺς διεπρεσβεύετο πρός τε