1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

91

μελισσῶν τρόπον καπνιζομένων, καί, τοὺς λόφους τῆς πόλεως καταλαμβάνοντες, γυμνοὶ ὡς εἶχον, ἅμα δὲ καὶ περιδεεῖς περὶ τῆς σφῶν σωτηρίας, δακρύοις παρεκάλουν τοὺς ἔξω θεωμέ νους τὰ δρώμενα. Τότε δὴ καὶ ἐν ἀμηχανίᾳ τοῦ δρᾶν τι γενόμενοιεἴτε γὰρ 203 ἀνύοιεν, οὐ καλῶς ἔχειν αὐτοὺς γυμνωθέντας, καὶ ἅμα κινδύνου τοῖς σφετέροις ἐπικειμένου· εἴτε δὲ καὶ μὴ νικῷεν, τελέως αὐταῖς γυναιξὶ καὶ τέκνοις ὀλέσθαι, πρὸς ἱκεσίαν τρέπονται καὶ τοὺς οἰκείους μάλα θερμῶς ἐξαιτοῦνται, εἰ μὲν βούλονται, συνάμα καὶ τοῖς περιοῦσι πράγμασιν· εἰ δ' οὖν, ἀλλ' αὔταρκες εἶναι τούτοις τὸ σῶς ἀπολαβεῖν τοὺς γνησίους. Τότε τοίνυν δεινά τε καὶ σχέτλια ἐτελοῦντο, μέγιστα ὧν ὄψει καὶ ἀκοῇ παρειλήφει τις· γυναῖκες γὰρ ἀνύβριστοι καὶ παρθένοι ὑφ' ἑνὶ χιτῶνι, διερρωγότι καὶ τούτῳ, τοῖς τυχοῦσι περιστελλόμεναι, νηλίποις ποσὶν ὑπὸ πολλῶν ὄψεσιν ἀτίμως πρὸς τοὺς οἰκείους ἐξέθεον. Καὶ δίκας ἐτίννυον ἄντικρυς Ἰταλοὶ ὧν ἐκεῖνοί ποτε πρὸς Ῥωμαίους ἐποίουν· ἅμα δὲ καὶ τὸ παλαιὸν θέσπιον ἐπληροῦτο· Ἀλέξιος, Ἀλεξόπουλος καὶ ἐπὶ τούτοις Κουτριτζάκης. Ἔφθασε γὰρ καὶ πρὸ τοῦ ταῦτα γενέσθαι ὁ συγγραψάμενος ἀκούειν παρὰ πατρὸς ὁμιλοῦντος ἄλλῳ καὶ τὸν τοιοῦτον λόγον λέγοντος. Ὡς γὰρ πολῖται ὄντες ἐκεῖνοι τὰ οἴκοι ἐζήτουν καί, εἴ ποθι ἅλωσις τῆς πατρίδος συμβαίη, ἐσκόπουν ὑπὸ φωτὶ νυκτόςἦν δ' ἐγὼ ὁ τὸν κηρὸν κατέχων καὶ φαίνων ἐκείνοις, τοῦτο ξυνέβαινε λέγεσθαι παρ' ἐκείνων ὡς εἰδότων τάχα ὁπόθ' ἁλῴη· ἐπὶ γὰρ γενησομένου τινὸς βασιλέως Ἀλεξίου ὑπενόουν τὴν τῆς πόλεως ἅλωσιν γίνεσθαι καί τινων ἄλλων, οὓς ἔλεγεν ὁ χρησμός. Ἦσαν δ' οὗτοι ὁ καῖσαρ Ἀλέξιος ἄντικρυς, ὁ ἀνεψιὸς ἐκείνου Ἀλέξιος, τὰ πολλὰ συμβαλλόμενος, καὶ ὁ δοκῶν τῶν θεληματαρίων Κουτριτζάκης, ὃς καὶ τὴν βουλὴν πρῶτος ὑπεσήμαινε τῆς ἁλώσεως. Ἀλλὰ ταῦτα μὲν οὕτως κατὰ τὴν πόλιν ἐπράχθησαν· ἐπεὶ δ' ἐχρῆν πανταχοῦ φημίζεσθαι τὰ πραχθέντα, καὶ μᾶλλον ὅσον τὸ θαυμασιώτερον εἶχον, ὡς ἐκ παρόδου ἁλῶναι τοιαύτην πόλιν τοῖς γε μὴ ἐπὶ τούτῳ τὴν ἀρχὴν ἀφιγμένοις, τινὲς τῶν ταχυδρομούντων ἐπὶ συγχαρίαις ἔθεον πανταχοῦ γῆς, ὡς ἁλῴη ἀγγελοῦντες τὸ μέγα ἄστυ, ἡμέρας ἐπισήμου, ἐφ' ἑορτῇ τῆς θεομή τορος Ἄννης, μηνὸς ἀνθεστηριῶνος, ἀκονιτὶ σχεδὸν καὶ ὡς οὐκ ἤλπισάν ποτε οἱ ἁλόντες· σημεῖον δ' ἀληθείας τῶν λεγομένων ἐκείνοις ἦν κοκκοβαφὴς σάρισσα δεικνυμένη. 205

κηʹ. Περὶ τοῦ πρωτασηκρῆτις Σεναχηρείμ, τί ἔπραξεν διὰ τὴν τῆς πόλεως ἅλωσιν. Ἐπεὶ δὲ καὶ εἰς Νικομήδειαν ἔφθασαν, ἐνεστώσης τῆς πανηγύρεως τοῦ ἐν μάρτυσι μεγίστου Παντελεήμονος, ἔτυχε δ' ἐκεῖσε καὶ ὁ Κακὸς Σεναχηρείμ, ἐν πρωτασηκρῆτις ὀφφικίῳ μεγαλυνόμενος, καὶ τὸ φημιζόμενον ἤκουε· πρῶτον μὲν διηπίστει καὶ ὡς πλάσμα τὸν λόγον ἀπέπεμπεν· ὡς δ' ἐξελθὼν ἤκουσε καὶ ἐπίστευεν, εἰσελθὼν ἅμα καὶ τῶν σφετέρων γενείων ἀπρὶξ ταῖς χερσὶ δραξάμενος, «Ὢ οἷον, εἶπεν, ἀκούω. Τοῦτο ταῖς ἡμετέραις ἡμέραις ἐταμιεύετο· τί γε ἁμαρτοῦσιν, ὡς ἐπιζῆν καὶ βλέπειν τοσαῦτα δεινά; Τοῦ λοιποῦ καλόν τις μὴ ἐλπιζέτω, ἐπεὶ Ῥωμαῖοι καὶ αὖθις πατοῦσι τὴν πόλιν.» Ταῦτ' ἔλεγεν ἐκεῖνος καὶ δῆλος ἦν δυσχεραίνων τὰ παρὰ πολλοῖς θαυμαζό μενα. Ὅπου δὲ κατήντησαν ταῦτα, ὁ λόγος κατὰ τόπον ἐρεῖ.

κθʹ. Ὅπως ἤκουσται τῷ βασιλεῖ ἡ τῆς πόλεως ἅλωσις. Τότε πολλοὶ καὶ πρὸς βασιλέα ἠπείγοντο, κατὰ τὸ Νύμφαιον διατρίβοντα, καὶ ἀντεφιλονείκουν ἀλλήλοις, ὅστις ἂν προφθάσας κηρύξοι τὰ εὐαγγέλια. Προφθάνει δέ τις κατὰ σπουδήν, μηδὲ παρὰ τοῦ καίσαρος γράμματα κομιζόμενος. Καὶ ἐπεὶ μηδένα ἔδει ἀκούειν τῆς ἀγγελίας πρό γε βασιλέως αὐτοῦ, ἐκεῖνος, μὴ οἷός τε ὢν τῆς πρὸς τὸν βασιλέα προσόδου τυγχάνειν, ἀπελθὼν ἀπαγγέλλει τῇ ἀδελφῇ τοῦ βασιλέως Εὐλογίᾳ ὡς ἁλῴη καθαρῶς τὸ Βυζάντιον. Ἐκείνη δ' εὐθὺς τὸν λόγον δεξαμένη, ἕωθεν καὶ παρὰ τὸ σύνηθες ἐλθοῦσα πρὸς τὰ ἀνάκτορα, ἐφίσταται ὑπνοῦντι τῷ βασιλεῖ. Τὸ γοῦν διυπνί ζειν ἅμα καὶ λέγειν τοιαύτην ἀγγελίαν οὐκ ἐδοκίμαζε, μήπως καὶ πάθοι τι, ἐξαίφνης καὶ παρὰ προσδοκίαν ἀκούσας ἅμα τῷ τὸν ὕπνον διολισθεῖν, σοφόν τι καὶ