1

 2

 3

 4

 5

2

ἐγχειρήσαιμι τοῖς περὶ Θεοῦ λόγοις, ἢ ἀποδέξωμαι τὸν ἐγχειροῦντα θρασέως; Οὐκ ἐπαινετὸς ὁ πόθος· φοβερὸν τὸ ἐγχεί ρημα. Καὶ διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον· εἰ μὴ μέλλοιμεν τὸ τοῦ Μανωὲ πείσεσθαι, καὶ λέξειν ἐν φαντασίᾳ Θεοῦ γενόμενοι· Ἀπολώλαμεν, ὦ γύναι, Θεὸν ἑωρά καμεν, ἢ, ὡς Πέτρος, ἀποπέμψασθαι τοῦ πλοίου τὸν Ἰησοῦν, ὡς οὐκ ἄξιοι τοιαύτης ἐπιδημίας· ἢ, ὡς ὁ ἑκατόνταρχος ἐκεῖνος, τὴν μὲν θεραπείαν ἀπαιτή σειν, τὸν θεραπευτὴν δὲ οὐκ εἰσδέξασθαι. Λεγέ τω τις καὶ ἡμῶν, ἕως ἐστὶν ἑκατόνταρχος, καὶ πλειό νων ἐν κακίᾳ κρατῶν, καὶ ἔτι στρατευόμενος Καίσαρι τῷ κοσμοκράτορι τῶν κάτω συρομένων· Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅταν δὲ Ἰησοῦν θεάσωμαι, καίτοι μικρὸς ὢν τὴν πνευμα τικὴν ἡλικίαν, ὡς ὁ Ζακχαῖος ἐκεῖνος, καὶ ὑπὲρ τὴν συκομορέαν ἀρθῶ, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ μαράνας τὸ σῶμα τῆς ταπεινώσεως· τότε καὶ Ἰησοῦν εἰσδέξομαι, καὶ ἀκούσομαι· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ· καὶ τῆς σωτηρίας τεύξομαι, καὶ φι λοσοφήσω τὰ τελεώτερα, σκορπίζων καλῶς ἃ κακῶς συνήγαγον, εἴτε χρήματα, εἴτε δόγματα.

Εʹ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸν θεόλογον, φέρε δὴ καὶ περὶ Θεοῦ ὡς ἐν βραχεῖ διαλεχθῶμεν, αὐ τῷ τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι θαῤῥήσαντες, περὶ ὧν ὁ λόγος. Εὔχομαι δὲ τὸ τοῦ Σολομῶντος παθεῖν, μηδὲν ἴδιον ἐννοῆσαι περὶ Θεοῦ, μηδὲ φθέγξασθαι. Ὅταν γὰρ λέγῃ, Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀν θρώπου οὐκ ἔστιν ἐμοὶ, οὐκ ἀσυνεσίαν ἑαυ τοῦ δήπου καταγινώσκων τοῦτό φησιν. Πῶς γὰρ, ὅς γε τοῦτο καὶ ᾔτησε παρὰ Θεοῦ πρὸ παντὸς ἄλ λου, καὶ ἔλαβε σοφίαν, καὶ θεωρίαν, καὶ πλάτος καρ δίας, ψάμμου πλουσιώτερον τε καὶ δαψιλέστερον; Καὶ ὁ τοσοῦτον σοφὸς, καὶ τοιαύτης τετυχηκὼς δω ρεᾶς, πῶς ἀφρονέστατον ἑαυτὸν πάντων ὀνομά ζει; Ὡς οὐκ ἔχων ἰδίαν δηλαδὴ φρόνησιν, ἐνεργούμε νος δὲ τὴν θείαν τε καὶ τελεωτέραν. Καὶ γὰρ ὁ Παῦ λος λέγων, Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι στὸς, οὐχ ὡς περὶ νεκροῦ πάντως ἑαυτοῦ διελέγετο, ἀλλ' ὡς ζῶντος κρείσσονα τῶν πολλῶν ζωὴν, τῷ μετ ειληφέναι τῆς ὄντως ζωῆς, καὶ μηδενὶ θανάτῳ περα 35.1072 τουμένης. Προσκυνοῦμεν οὖν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὰς μὲν ἰδιότητας χωρίζοντες, ἑνοῦν τες δὲ τὴν θεότητα· καὶ οὔτε εἰς ἓν τὰ τρία συν αλείφομεν, ἵνα μὴ τὴν Σαβελλίου νόσον νοσήσωμεν· οὔτε διαιροῦμεν εἰς τρία ἔκφυλα καὶ ἀλλότρια, ἵνα μὴ τὰ Ἀρείου μανῶμεν. Τί γὰρ δεῖ, καθάπερ φυτὸν ἑτεροκλινὲς πάντη καμπτόμενον, βίᾳ μετάγειν ἐπὶ τὸ ἕτερον μέρος, διαστροφῇ τὴν διαστροφὴν διορθουμέ νους, ἀλλὰ μὴ πρὸς τὸ μέσον εὐθύνοντας, ἐν ὅροις ἵστασθαι τῆς θεοσεβείας;

ςʹ. Μεσότητα δὲ ὅταν εἴπω, τὴν ἀλήθειαν λέγω, πρὸς ἣν βλέπειν καλῶς ἔχομεν μόνην· καὶ τὴν φαύλην συναίρεσιν παραιτούμενοι, καὶ τὴν ἀτοπωτέραν διαίρεσιν· ὡς μήτε εἰς μίαν ὑπόστασιν συναιρεθέντα τὸν λόγον, δέει πολυθεΐας, ψιλὰ ἡμῖν καταλιπεῖν τὰ ὀνόματα, τὸν αὐτὸν Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον ὑπολαμβάνουσι, καὶ μὴ μᾶλλον ἓν τὰ πάντα, ἢ μηδὲν ἕκαστον εἶναι ὁριζομένοις (φεύγοι γὰρ ἂν εἶναι ἅπερ ἐστὶν, εἰς ἄλληλα μεταχω ροῦντα καὶ μεταβαίνοντα)· μήτε εἰς τρεῖς ἢ ξέ νας καὶ ἀνομοίους οὐσίας καὶ ἀπεῤῥηγμέ νας διαιρεθέντα, κατὰ τὴν Ἀρείου καλῶς ὀνομασθεῖ σαν μανίαν, ἢ ἀνάρχους καὶ ἀτάκτους, καὶ οἷον εἰπεῖν, ἀντιθέους· τῷ μὲν εἰς Ἰουδαϊκὴν σμικρολο γίαν κατακλεισθῆναι, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντας· τῷ δὲ εἰς ἐναντίον μὲν, κακὸν δὲ ἴσον πεσεῖν, τρεῖς ἀρχὰς ὑποτιθεμένους, καὶ τρεῖς Θεοὺς, ὃ τῶν προειρημένων ἀτοπώτερον· δέον μήτε οὕτως εἶναί τινας φιλοπάτορας, ὡς καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν (τίνος γὰρ ἂν καὶ εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν ἀπεξενωμένου καὶ ἀπηλλοτριωμένου μετὰ τῆς κτίσεως;)· μήθ' οὕτω φιλοχρίστους, ὡς μήτε τοῦτο φυλάττειν, τὸ εἶναι Υἱόν (τίνος γὰρ ἂν καὶ εἴη Υἱὸς, μὴ πρὸς αἴ τιον ἀναφερόμενος τὸν Πατέρα;) μήτε τῷ Πα τρὶ τὸ