1

 2

 3

 4

 5

2

ἁλωτοὶ, διὰ τὸν μέγαν πλοῦ τον, τὴν ἀκτημοσύνην), οὐκ ἄλλο οὐδὲν τῶν ἀπόντων, ἢ τῶν παρόντων, ἢ τῶν προσδοκωμένων ἐπῆρεν, οὐδὲ ἀνέπεισε χείρους γενέσθαι, καὶ προδοῦναί τι τῆς Τριάδος, καὶ ζημιωθῆναι θεότητα. Τοὐναντίον μὲν οὖν ἐῤῥώσθησαν τοῖς κινδύνοις, καὶ φιλοτιμότε ροι γεγόνασιν εἰς εὐσέβειαν. Τοιοῦτο γὰρ τὸ παθεῖν ὑπὲρ Χριστοῦ, τῷ φίλτρῳ προστίθησι, καὶ οἷον ἀῤῥαβὼν γίνεται τῶν ἑξῆς ἄθλων τοῖς μεγαλόφροσι. 36.245 Τοιαῦτά σου, Αἴγυπτε, τὰ νῦν διηγήματά τε καὶ θαύματα.

Εʹ. Σὺ δέ μοι τοὺς τράγους ἐπῄνεις τοὺς Μενδησίους, καὶ τὸν Μεμφίτην Ἄπιν, μόσχον σιτευτόν τινα καὶ πολύσαρκον, καὶ τὰς Ἴσιδος τελετὰς, καὶ τοὺς Ὀσίριδος σπαραγμοὺς, καὶ τὸν σεμνόν σου Σάραπιν, ξύλον προσκυνούμενον μετὰ μύθου, καὶ χρόνου, καὶ τῆς τῶν προσκυνούντων ἀνοίας, ὡς ὕλην ἄγνωστόν τινα καὶ οὐράνιον, πλὴν ὕλην, κἂν βοηθῆται τῷ ψεύ δει· καὶ τὰ ἔτι τούτων αἰσχρότερα, κνωδάλων τινῶν καὶ ἑρπετῶν πολυειδῆ πλάσματα, ὧν πάντων ὑπερ ῆρε Χριστὸς, καὶ οἱ Χριστοῦ κήρυκες· ἄλλοι τε ἄλ λως κατὰ τοὺς ἑαυτῶν ἕκαστοι χρόνους ἐκλάμψαντες· καὶ δὴ καὶ οἱ νῦν μνημονευθέντες Πατέρες· ἀφ' ὧν σὺ γινώσκῃ μᾶλλον, ὦ θαυμασία, σήμερον, ἢ πάντων ὁμοῦ πάντες, καὶ παλαιῶν καὶ νέων διηγημάτων.

ςʹ. ∆ιὰ ταῦτά σε περιπτύσσομαι καὶ ἀσπάζομαι, λαῶν ἄριστε, καὶ φιλοχριστότατε, καὶ θερμότατε τὴν εὐσέβειαν, καὶ τῶν ἀγόντων ἄξιε· οὐ γὰρ ἔχω τι τού του μεῖζον εἰπεῖν, οὐδὲ ᾧ μᾶλλον ἂν ὑμᾶς ξενίσαιμι· καὶ δεξιοῦμαι, ὀλίγα μὲν γλώσσῃ, τὰ πολλὰ δὲ δια νοίας κινήμασι. Λαὸς ἐμός· ἐμὸν γὰρ ὀνομάζω, τὸν ὁμόφρονα καὶ ὁμόδοξον, καὶ παρὰ τῶν αὐτῶν Πατέρων, καὶ τῆς αὐτῆς Τριάδος προσκυνητήν. Λαὸς ἐμός· ἐμὸς γὰρ, κἂν μὴ δοκῇ τοῖς βασκαίνουσι· καὶ, ἵνα πληγῶσι μᾶλλον οἱ τοῦτο πάσχοντες, ἰδοὺ δίδωμι δεξιὰς κοινωνίας ἐπὶ τοσούτων μαρτύρων, ὁρατῶν τε καὶ ἀοράτων· καὶ ἀπωθοῦμαι παλαιὰν διαβολὴν νέᾳ χρηστότητι. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ τὸν μέγιστον ὁ μικρότατος σφετερίζομαι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· ὁμοτίμους ποιεῖ τοὺς ὁμό φρονας. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ πόῤῥωθεν· ὅτι θεϊκῶς συναπτόμεθα, καὶ τρόπον ἄλλον, ἢ ὃν αἱ πα χύτητες. Τὰ μὲν γὰρ σώματα τόπῳ συνάπτεται, ψυ χαὶ δὲ Πνεύματι συναρμόζονται. Λαὸς ἐμὸς, ὁ πρότερον μὲν φιλοσοφῶν τὸ πάσχειν ὑπὲρ Χριστοῦ, νῦν δὲ τὸ μὴ ποιεῖν, ἐὰν ἐμοὶ πείθησθε, ἀλλ' αὔταρ κες κέρδος τίθεσθαι τὴν τοῦ ποιεῖν ἐξουσίαν, καὶ ἡγεῖσθαι Χριστῷ λατρείαν εἰσφέρειν, ὥσπερ τότε τὴν καρτερίαν, οὕτως ἐν τῷ παρόντι τὴν ἐπιείκειαν. Λαὸς, ἐφ' ὃν παρατέτακται ὁ Κύριος τοῦ εὖ ποιῆσαι, ὥσπερ τοῦ κακοποιῆσαι τοὺς ἐναντίους. Λαὸς, ὃν ἐξ ελέξατο ἑαυτῷ Κύριος ἐκ πάντων ὧν προσεκαλέσατο. Λαὸς, ὁ ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφημένος, ᾧ, Σὺ γὰρ εἶ θέλημα ἐμὸν, λέγει Κύριος· καὶ, Αἱ πύλαι σου γλύμμα· καὶ ὅσα τοῖς σωζομένοις ὕστερον. Λαὸς, καὶ μή με θαυμάσητε τῆς ἀπληστίας, εἰ 36.248 πολλάκις ὑμᾶς ἀναστρέφω· κατατρυφῶ γὰρ ὑμῶν τῇ συνεχείᾳ τῆς κλήσεως, ὥσπερ οἱ θεαμάτων τινῶν, ἢ ἀκουσμάτων ἀπλήστως ἐμφορούμενοι.

Ζʹ. Ἀλλ', ὦ Θεοῦ λαὸς, καὶ ἡμέτερος, καλὴ μὲν ὑμῶν καὶ ἡ πρώην πανήγυρις, ἣν ἐπὶ τῆς θα λάσσης ἐστήσασθε, καὶ εἴπερ ἄλλη τις ὀφθαλμῶν χάρις, ἡνίκα εἶδον δενδρουμένην τὴν θάλασσαν, καὶ χειροποιήτῳ νέφει κεκαλυμμένην, καὶ κάλλος νηῶν, καὶ τάχος, ὥσπερ εἰς πομπὴν ἐσταλμένων, καὶ πνεῦμα μέτριον κατὰ πρύμναν ἱστάμενον, ὥσπερ δορυ φοροῦν ἐξεπίτηδες, καὶ παραπέμπον τῇ πόλει πόλιν πελάγιον· καλλίων δὲ ἡ νῦν ὁρωμένη καὶ μεγα λοπρεπεστέρα. Οὐ γὰρ τοῖς πολλοῖς φέροντες ὑμᾶς αὐτοὺς ἀνεμίξατε, οὐδὲ πλήθει τὴν εὐσέβειαν ἐμετρήσατε, οὐδὲ δῆμος γενέσθαι μᾶλλον ὀχλώδης ἠν έσχεσθε, ἢ λαὸς Θεοῦ λόγῳ κεκαθαρμένος· ἀλλ' ὅσον εἰκὸς, Καίσαρι τὰ τοῦ Καίσαρος εἰσενεγκόντες, τῷ Θεῷ τὰ τοῦ Θεοῦ προσενείματε· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον· καὶ τὸν δῆμον τοῖς ὑμετέροις