1

 2

 3

2

τῶν δαιμόνων ἐτεχνάσατο φύσις, οἰωνοσκοπίας, συμβολομαντείας, χρηστήρια, ἡπατοσκοπίας, νεκυίας, ἐν θουσιασμούς, κατοκωχάς, ἐμπνεύσεις καὶ ἄλλα τοιαῦτα 104 πολλά. καὶ ὅπερ ἄν τις εἶδος προγνώσεως ἔκ τινος ἀπάτης ἀληθὲς εἶναι νομίσῃ, ἐν ἐκείνῳ τὸ ἀπατηλὸν δαιμόνιον παραφαίνεται εἰς δικαίωσιν τῆς ἠπατημένης ὑπολήψεως τοῦ πεπλανημένου. οὕτως καὶ τὴν τοῦ ἀετοῦ πτῆσιν πρὸς τὴν τοῦ παρατετηρηκότος ἐλπίδα συνδραμεῖν παρασκευάζει ὁ δαίμων καὶ τοῦ ἥπατος τὸν παλμὸν καὶ τὴν ἐκ τοῦ φυσώδους γινομένην τῶν μηνίγγων παραφορὰν καὶ τῶν ὀμμάτων παραστροφήν· καὶ ἕκαστον κατὰ τὴν σημειωθεῖσαν ἐκ τῆς ἀπάτης παρατήρησιν ἡ τοῦ δαίμονος πανουργία προδείκνυσι τοῖς ἀπατωμένοις, ὥστε ἀποστάντας τοὺς ἀνθρώπους τοῦ θεοῦ προσέχειν τῇ θεραπείᾳ τῶν δαιμόνων, δι' ὧν ἐνεργεῖσθαι τὰ τοιαῦτα πιστεύουσιν.

Ἓν τοίνυν ἀπάτης εἶδος ἦν καὶ τὸ τῶν ἐγγαστριμύθων, ὧν ἡ μαγγανεία ἐπιστεύετο δύνασθαι τὰς τῶν κατοιχομένων ψυχὰς πάλιν πρὸς τὸν ἄνω βίον ἐφέλκεσθαι. τοῦ τοίνυν Σαοὺλ ἐν ἀπογνώσει τῆς σωτηρίας γεγονότος διὰ τὸ πανστρατιᾷ συγκεκινῆσθαι κατ' αὐτοῦ πᾶν τὸ ἀλλόφυλον καὶ ἐπὶ ταύτην ἐλθόντος τὴν ἐπίνοιαν, ὥστε τὸν Σαμουὴλ αὐτῷ τρόπον ὑποθέσθαι τινὰ σωτηρίας, τὸ παραμένον τῇ ἐγγαστριμύθῳ δαιμόνιον, δι' οὖ ἠπατᾶτο ἐκ συνηθείας τὸ γύναιον, εἰς διαφόρους μορφὰς σκιοειδῶς ἐν τοῖς ὀφθαλμοῖς τοῦ γυναίου ἐσχηματίζετο, οὐδενὸς τῷ Σαοὺλ προφαινομένου ὧν καθεώρα τὸ γύναιον. ὡς γὰρ ἥψατο τῆς γοητείας καὶ ἤδη τῷ γυναίῳ ἦν ἐν ὀφθαλμοῖς τὰ φαντάσματα, πίστιν τοῦ ἀληθῆ τὰ φαινόμενα εἶναι ταύτην ὁ δαίμων ἐμηχανήσατο τὸ πρῶτον αὐτὸν 105 κεκρυμμένον ἐν τῷ εἴδει τοῦ προσχήματος διασαφῆσαι, δι' οὖ μᾶλλον ὁ Σαοὺλ κατεπλάγη, ὡς οὐδὲν ἔτι τῆς γυναικὸς σφαλησομένης τῷ τὸ ἰδιωτικὸν σχῆμα τὴν γοητικὴν δύναμιν μὴ ἀγνοῆσαι. εἰπούσης τοίνυν αὐτῆς Θεοὺς ἑωρακέναι ἀναβαίνοντας καὶ ἄνθρωπον ὄρθιον ἐν διπλοΐδι, πῶς στήσουσι τὸ καθ' ἱστορίαν οἱ δοῦλοι τοῦ γράμματος; εἰ γὰρ ἀληθῶς ὁ Σαμουήλ ἐστιν ὁ ὀφθείς, οὐκοῦν κατ' ἀλήθειαν καὶ θεοί εἰσιν οἱ ὀφθέντες παρὰ τῆς φαρμακίδος· θεοὺς δὲ ἡ γραφὴ τὰ δαιμόνια λέγει· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. ἆρ' οὖν μετὰ τῶν δαιμόνων καὶ ἡ ψυχὴ τοῦ Σαμουήλ; μὴ γένοιτο. ἀλλὰ τὸ πάντοτε ὑπακοῦον τῇ φαρμακίδι δαιμόνιον παρέλαβε καὶ ἄλλα πνεύματα πρὸς ἀπάτην αὐτῆς τε τῆς γυναικὸς καὶ τοῦ δι' ἐκείνης ἀπατωμένου Σαοὺλ καὶ τὰ μὲν δαιμόνια θεοὺς νομίζεσθαι παρὰ τῆς ἐγγαστριμύθου ἐποίησεν, αὐτὸ δὲ πρὸς τὸ ἐπιζητούμενον εἶδος ἐσχηματίσθη καὶ τὰς ἐκείνου φωνὰς ὑπεκρίνατο καί, ὅπερ εἰκὸς ἦν ἐκ τῶν φαινο μένων λογίσασθαι, τὴν ἐκ τοῦ ἀκολούθου ἐκβήσεσθαι προσ δοκηθεῖσαν ἀπόφασιν ὡς ἐν εἴδει προφητείας ἐφθέγξατο. ἤλεγ ξε δὲ καὶ ὡς οὐκ ἠβούλετο ἑαυτὸν ὁ δαίμων εἰπὼν τὴν ἀλήθειαν ὅτι Αὔριον σὺ καὶ Ἰωνάθαν μετ' ἐμοῦ· εἰ γὰρ ἀληθῶς ἦν Σαμουήλ, πῶς ἐνεδέχετο τὸν ἐν πάσῃ κακίᾳ κατεγνωσμένον μετ' ἐκείνου γενέσθαι; ἀλλὰ δῆλον, ὅτι ἀντὶ τοῦ Σαμουὴλ ὀφθὲν τὸ πονηρὸν ἐκεῖνο δαιμόνιον μεθ' ἑαυτοῦ ἔσεσθαι τὸν Σαοὺλ εἰπὸν οὐκ ἐψεύσατο. εἰ δὲ λέγει ἡ γραφὴ 106 ὅτι Καὶ εἶπεν ὁ Σαμουήλ, μὴ ταρασσέτω τὸν ἐπιστήμονα ὁ τοιοῦτος λόγος, ἀλλὰ προσκεῖσθαι νομιζέτω, ὅτι ὁ νομισθεὶς εἶναι Σαμουήλ. εὑρίσκομεν γὰρ τὴν γραφικὴν συνήθειαν πολλαχοῦ τὸ δοκοῦν ἀντὶ τοῦ ὄντος διεξιοῦσαν, ὡς ἐπὶ τοῦ Βαλαάμ, νῦν μὲν λέγοντος αὐτοῦ ὅτι Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ ὁ θεός, μετὰ ταῦτα δὲ ὅτι γνοὺς [δὲ] ὁ Βαλαάμ, ὅτι ἀρεστὸν ἦν τῷ θεῷ μὴ καταρᾶσθαι τοὺς Ἰσραηλίτας, οὐκέτι Κατὰ τὸ εἰωθὸς ἀπῆλθεν εἰς συνάντησιν τοῖς οἰωνοῖς· ὁ γὰρ ἀνεπίσκεπτος κἀκεῖ τὸν ἀληθινὸν θεὸν νομίσει διαλέγεσθαι τῷ Βαλαάμ, ἡ μέντοι ἐπαγωγὴ δείκνυσιν, ὅτι τὸν ὑπὸ τοῦ Βαλαὰμ νομιζόμενον θεὸν οὕτως ὠνόμασεν ἡ γραφή, οὐχὶ τὸν ὄντως ὄντα θεόν. οὐκοῦν καὶ ἐνταῦθα ὁ δόξας εἶναι Σαμουὴλ τοὺς τοῦ ἀληθινοῦ Σαμουὴλ ὑπεκρίνατο λόγους, εὐφυῶς τοῦ δαίμονος ἐκ τῶν εἰκότων μιμουμένου τὴν προφητείαν. Τὸ δὲ κατὰ τὸν Ἠλίαν πλείονος μὲν χρῄζει τῆς θεωρίας, οὐ μὴν ἐν τῷ