1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

γὰρ τῆς τοῦ κακουργοῦντος ἐπεβουλεύθημεν, μετὰ φροντίδος δὲ τοῦ δημιουργοῦ σῳζόμεθα. καὶ ὁ μὲν μοχθηρὸς καὶ βάσκανος κατὰ τοῦ γένους ἡμῶν τὴν ἁμαρτίαν καινοτομῶν ἄξιον τῆς ἑαυτοῦ γνώμης προκάλυμμα τὸν ὄφιν εὕρατο ὁ ἀκάθαρτος τῷ ὁμοίῳ ἐπεισελθών, ὁ γήινος καὶ χθόνιος τὴν προαίρεσιν ἐνοικήσας τῷ ἑρπετῷ, Χριστὸς δὲ ὁ τὴν ἐκείνου πονηρίαν ἐπανορθῶν τέλειον ἀναλαμβάνει τὸν ἄνθρωπον 9.224 καὶ σῴζει τὸν ἄνθρωπον καὶ γίνεται πάντων ἡμῶν τύπος καὶ χαρακτήρ, ἵν' ἑκάστης πράξεως ἁγιάσῃ τὴν ἀπαρχὴν καὶ τὸν ζῆλον τῆς παραδόσεως ἀναμφίβολον καταλίπῃ τοῖς δούλοις. βάπτισμα τοίνυν ἐστὶν ἁμαρτιῶν κάθαρσις, ἄφεσις πλημμελημάτων, ἀνακαινισμοῦ καὶ ἀναγεννήσεως αἰτία, ἀναγέννησιν δὲ νόησον ἐννοίᾳ θεωρουμένην, ὀφθαλμοῖς οὐ βλεπομένην· οὐ γὰρ ὄντως κατὰ τὸν Ἑβραῖον Νικόδημον καὶ τὴν ἐκείνου παχυτέραν διάνοιαν τὸν πρεσβύτην ἐναλλάξο μεν εἰς παιδίον οὔτε τὸν ῥυσὸν πεπολιωμένον εἰς ἁπαλὸν καὶ νέον μετασκευάσομεν ἢ πάλιν εἰς τὴν γαστέρα τῆς μητρὸς τὸν ἄνθρωπον ἐπανάξομεν, ἀλλὰ τὸν κατεστιγμένον ταῖς ἁμαρτίαις καὶ κακοῖς ἐπιτηδεύμασιν ἐμπαλαιωθέντα χάριτι βασιλικῇ ἐπανάγομεν εἰς τὸ τοῦ βρέφους ἀνεύθυνον. ὡς γὰρ τὸ εὐθύτοκον παιδίον ἐλεύθερόν ἐστιν ἐγκλημάτων καὶ τιμωριῶν, οὕτως καὶ ὁ τῆς ἀναγεννήσεως παῖς οὐκ ἔχει περὶ τίνος ἀπολογήσεται βασιλικῇ δωρεᾷ τῶν εὐθυνῶν ἀφεθείς. ταύτην δὲ τὴν εὐεργεσίαν οὐ τὸ ὕδωρ χαρίζεται (ἦν γὰρ ἂν πάσης τῆς κτίσεως ὑψηλότερον), ἀλλὰ θεοῦ πρόσταγμα καὶ ἡ τοῦ πνεύματος ἐπιφοίτησις μυστικῶς ἐρχομένη πρὸς τὴν ἡμετέραν ἐλευθερίαν, ὕδωρ δὲ ὑπηρετεῖ πρὸς ἔνδειξιν τῆς καθάρσεως. ἐπειδὴ γὰρ εἰώθαμεν ῥύπῳ καὶ βορβόρῳ τὸ σῶμα καθυβρισθὲν ὕδατι νίπτοντες καθαρὸν ἀποφαίνειν, διὰ τοῦτο καὶ ἐπὶ τῆς μυστικῆς πράξεως αὐτὸ προσλαμβάνομεν τῷ αἰσθητῷ πράγματι τὴν ἀσώματον δηλοῦντες λαμπρότητα. μᾶλλον δὲ, εἰ δοκεῖ, καὶ λεπτότερον προσκαρτερήσωμεν τῇ περὶ τοῦ λουτροῦ ζητήσει οἷον ἐκ πηγῆς τινος ἀρξάμενοι τοῦ γραφικοῦ παραγγέλματος· Ἐὰν μή τις γεννηθῇ, φησίν, ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται 9.225 εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. διὰ τί τὰ δύο καὶ οὐχὶ μόνον τὸ πνεῦμα αὔταρκες ἐνομίσθη πρὸς τὴν συμπλήρωσιν τοῦ βαπτίσματος; σύνθετος ὁ ἄνθρωπος καὶ οὐχ ἁπλοῦς, ὡς ἀκριβῶς ἐπιστάμεθα, καὶ διὰ τοῦτο τῷ διπλῷ καὶ συνεζευγμένῳ τὰ συγγενῆ καὶ ὅμοια φάρμακα πρὸς θεραπείαν ἀπεκληρώθη, σώματι μὲν τῷ φαινομένῳ ὕδωρ τὸ αἰσθητόν, ψυχῇ δὲ τῇ ἀοράτῳ πνεῦμα τὸ ἀφανὲς πίστει καλούμενον, ἀρρήτως παραγινόμενον. Τὸ γὰρ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. εὐλογεῖ τὸ σῶμα τὸ βαπτιζόμενον καὶ τὸ ὕδωρ τὸ βαπτίζον.

∆ιὸ μὴ καταφρονήσῃς τοῦ θείου λουτροῦ μηδὲ ὡς κοινὸν αὐτὸ ἐξευτελίσῃς διὰ τὴν χρῆσιν τοῦ ὕδατος· τὸ γὰρ ἐνεργοῦν μέγα καὶ ἀπ' ἐκείνου θαυμαστὰ γίνεται τὰ τελούμενα. ἐπεὶ καὶ τὸ θυσιαστήριον τοῦτο τὸ ἅγιον, ᾧ παρεστήκαμεν, λίθος ἐστὶ κατὰ τὴν φύσιν κοινὸς οὐδὲν διαφέρων τῶν ἄλλων πλακῶν, αἳ τοὺς τοίχους ἡμῶν ἐπικο σμοῦσι καὶ καλλωπίζουσι τὰ ἐδάφη, ἐπειδὴ δὲ καθιερώθη τῇ τοῦ θεοῦ θεραπείᾳ καὶ τὴν εὐλογίαν ἐδέξατο, ἔστι τράπεξα ἁγία, θυσιαστήριον ἄχραντον οὐκέτι παρὰ πάντων ψηλαφώ μενον ἀλλὰ μόνων τῶν ἱερέων καὶ τούτων εὐλαβουμένων. ὁ ἄρτος πάλιν ἄρτος ἐστὶ τέως κοινός, ἀλλ' ὅταν αὐτὸν τὸ μυστήριον ἱερουργήσῃ, σῶμα Χριστοῦ λέγεταί τε καὶ γίνεται. οὕτως τὸ μυστικὸν ἔλαιον, οὕτως ὁ οἶνος, ὀλίγου τινὸς ἄξια ὄντα πρὸ τῆς εὐλογίας μετὰ τὸν ἁγιασμὸν τὸν παρὰ τοῦ πνεύματος ἑκάτερον αὐτῶν ἐνεργεῖ διαφόρως. ἡ αὐτὴ δὲ τοῦ λόγου δύναμις καὶ τὸν ἱερέα ποιεῖ σεμνὸν καὶ 9.226 τίμιον τῇ καινότητι τῆς εὐλογίας τῆς πρὸς τοὺς πολλοὺς κοινότητος χωριζόμενον· χθὲς γὰρ καὶ πρώην εἷς ὑπάρχων τῶν πολλῶν καὶ τοῦ δήμου ἀθρόον ἀποδείκνυται καθηγεμών, πρόεδρος, διδάσκαλος εὐσεβείας, μυστηρίων λανθανόντων μυσταγωγός· καὶ ταῦτα ποιεῖ μηδὲν τοῦ σώματος ἢ τῆς μορφῆς ἀμειφθείς, ἀλλ' ὑπάρχων κατὰ τὸ φαινόμενον ἐκεῖνος ὃς ἦν, ἀοράτῳ δέ τινι