2
μεταβάλλομαι· ὁ Παρμενίδης τὸν Ἀναξαγόραν τῆς ἐμῆς γνώμης ἐξήλασεν. Ἐπειδὰν δὲ ἡγήσωμαι δόγμα ἔχειν ἀκίνητον, Ἀναξιμένης ὑπολαβὼν ἀντικέκραγεν· ἀλλ' ἐγώ σοί φημι· τὸ πᾶν ἐστιν ἀήρ, καὶ οὗτος πυκνούμενος καὶ συνιστάμενος ὕδωρ καὶ γῆ γίνεται, ἀραιούμενος δὲ καὶ διαχεόμενος αἰθὴρ καὶ πῦρ, εἰς δὲ τὴν αὑτοῦ φύσιν ἐπανιὼν ἀήρ ἵἀραιός, εἰ δὲ καὶ πυκνωθῇ, φησίν, ἐξαλλάσσεται. καὶ πάλιν αὖ τούτῳ μεθαρμόζομαι καὶ τὸν Ἀναξιμένην φιλῶ.
Ὁ δὲ Ἐμπεδοκλῆς ἄντικρυς ἕστηκεν ἐμβριμώμενος καὶ ἀπὸ τῆς Aἴτνης μέγα
βοῶν· ἀρχαὶ τῶν πάντων ἔχθρα καὶ φιλία, ἡ μὲν συνάγουσα ἡ δὲ διακρίνουσα· καὶ τὸ νεῖκος αὐτῶν ποιεῖ τὰ πάντα. ὁρίζομαι δὲ αὐτὰ καὶ ὅμοια καὶ ἀνόμοια, καὶ ἄπειρα καὶ πέρας ἔχοντα, καὶ ἀίδια καὶ γινόμενα. Eὖ γε ὦ Ἐμπεδόκλεις, ἕπομαί σοι καὶ μέχρι τῶν κρατήρων τοῦ πυρός. Ἀλλ' ἐπὶ θάτερα Πρωταγόρας ἑστηκὼς ἀνθέλκει με φάσκων· ὅρος καὶ κρίσις τῶν πραγμάτων ὁ ἄνθρωπος καὶ τὰ μὲν ὑποπίπτοντα ταῖς αἰσθήσεσινἔστιν πράγματα, τὰ δὲ μὴ ὑποπίπτοντα οὐκ ἔστιν ἐν τοῖς εἴδεσι τῆς οὐσίας. τούτῳ τῷ λόγῳ κολακευόμενος ὑπὸ Πρωταγόρου τέρπομαι, ὅτι τὸ πᾶν ἢ τὸ πλεῖστον τῷ ἀνθρώπῳ νέμει. Ἀλλαχόθεν δέ μοι Θαλῆς τὴν ἀλήθειαν νεύει ὁριζόμενος ὕδωρ τοῦ παντὸς ἀρχήν. καὶ ἐκ τοῦ ὑγροῦ τὰ πάντα συνίσταται καὶ εἰς ὑγρὸν ἀναλύεται, καὶ ἡ γῆ ἐπὶ ὕδατος ὀχεῖται. διὰ τί τοίνυν μὴ πεισθῶ Θαλῇ τῷ πρεσβυτάτῳ τῶν Ἰώνων; ἀλλ' ὁ πολίτης αὐτοῦ Ἀναξίμανδρος τοῦ ὑγροῦ πρεσβυτέραν ἀρχὴν εἶναι λέγει τὴν ἀίδιον κίνησιν καὶ ταύτῃ τὰ μὲν γεννᾶσθαι, τὰ δὲ φθείρεσθαι. καὶ δὴ τοίνυν πιστὸς Ἀναξίμανδρος ἔστω. Καὶ μὴν οὐκ εὐδοκιμεῖ Ἀρχέλαος ἀποφαινόμενος τῶν ὅλων ἀρχὰς θερμὸν καὶ ψυχρόν; ἀλλὰ καὶ τούτῳ πάλιν ὁ μεγαλόφωνος Πλάτων οὐχ ὁμολογεῖ λέγων ἀρχὰς εἶναι θεὸν καὶ ὕλην καὶ παράδειγμα. νῦν μὲν καὶ δὴ πέπεισμαι. πῶς γὰρ οὐ μέλλω πιστεύειν φιλοσόφῳ τῷ τὸ ∆ιὸς ἅρμα πεποιηκότι; κατόπιν δὲ αὐτοῦ μαθητὴς Ἀριστοτέλης ἕστηκε ζηλοτυπῶν τὸν διδάσκαλον τῆς ἁρματοποιίας. οὗτος ἀρχὰς ἄλλας ὁρίζεται τὸ ποιεῖν καὶ τὸ πάσχειν. καὶ τὸ μὲν ποιοῦν ἀπαθὲς εἶναι τὸν αἰθέρα, τὸ δὲ πάσχον ἔχειν ποιότητας τέσσαρας, ξηρότητα ὑγρότητα θερμότητα ψυχρότητα· τῇ γὰρ τούτων εἰς ἄλληλα μεταβολῇ πάντα γίνεται καὶ φθείρεται. Κεκμήκαμεν ἤδη μεταβαλλόμενοι ἄνω καὶ κάτω τοῖς δόγμασι. πλὴν ἐπί γε τῆς Ἀριστοτέλους γνώμης στήσομαι καὶ μηκέτι μοι μηδὲ εἷς λόγος ὀχλείτω. ἀλλὰ τί δῆτα πάθοιμ' ἄν; νευροσπαστοῦσι γάρ μου τὴν ψυχὴν ἀρχαιότεροι τούτων γέροντες. Φερεκύδης μὲν ἀρχὰς εἶναι λέγων Ζῆνα καὶ Χθονίην καὶ Κρόνον· Ζῆνα μὲν τὸν αἰθέρα, Χθονίην δὲ τὴν γῆν, Κρόνον δὲ τὸν χρόνον· ὁ μὲν αἰθὴρ τὸ ποιοῦν, ἡ δὲ γῆ τὸ πάσχον, ὁ δὲ χρόνος ἐν ᾧ τὰ γινόμενα. ζηλοτυπία τοίνυν τῶν γερόντων πρὸς ἀλλήλους. ταῦτα γάρ τοι πάντα ὁ Λεύκιππος λῆρον ἡγούμενος ἀρχὰς εἶναί φησι τὰ ἄπειρα καὶ ἀεικίνητα καὶ ἐλάχιστα· καὶ τὰ μὲν λεπτομερῆ ἄνω χωρήσαντα πῦρ καὶ ἀέρα γενέσθαι, τὰ δὲ παχυμερῆ κάτω ὑποστάντα ὕδωρ καὶ γῆν. Μέχρι ποῦ τὰ τοσαῦτα διδάσκομαι μηδὲν ἀληθὲς μανθάνων; πλὴν εἰ μή τί γε ∆ημόκριτος ἀπαλλάξει με τῆς πλάνης ἀποφαινόμενος ἀρχὰς τὸ ὂν καὶ τὸ μὴ ὄν, καὶ τὸ μὲν ὂν πλῆρες, τὸ δὲ μὴ ὂν κενόν. τὸ δὲ πλῆρες ἐν τῷ κενῷ τροπῇ ἢ·υθμῷ ποιεῖ τὰ πάντα· ἴσως ἂν πεισθείην τῷ καλῷ ∆ημοκρίτῳ καὶ βουλοίμην ἂν σὺν αὐτῷ γελᾶν, εἰ μὴ μεταπείθοι με Ἡράκλειτος κλαίων ὁμοῦ καὶ λέγων· ἀρχὴ τῶν ὅλων τὸ πῦρ, δύο δὲ αὐτοῦ πάθη ἀραιότης καὶ πυκνότης, ἡ μὲν ποιοῦσα ἡ δὲ πάσχουσα, ἡ μὲν συγκρίνουσα ἡ δὲ διακρίνουσα. ἱκανῶς ἔχει μοι καὶ ἤδη μεθύω ταῖς τοσαύταις ἀρχαῖς.
Ἀλλά με παρακαλεῖ κἀκεῖθεν Ἐπίκουρος μηδαμῶς ὑβρίσαι τὸ καλὸν αὐτοῦ δόγμα τῶν ἀτόμων καὶ τοῦ κενοῦ. τῇ γὰρ τούτων συμπλοκῇ πολυτρόπῳ καὶ πολυσχηματίστῳ τὰ πάντα γίνεται καὶ φθείρεται. οὐκ ἀντιλέγω σοι βέλτιστε ἀνδρῶν