1

 2

 3

 4

4

Ὠκεανὸν εὐκόλως ὑπερίπταμαι. εἰσελθὼν δὲ εἰς κόσμον καινὸν καὶ ὥσπερ εἰς ἄλλην πόλιν μετρῶ τὰ πάντα ὀλίγαις ἡμέραις. κἀκεῖθεν ὑπερβαίνω πάλιν εἰς τρίτον κόσμον, εἶτα εἰς τέταρτον καὶ πέμπτον καὶ δέκατον καὶ ἑκατοστὸν καὶ χιλιοστὸν καὶ μέχρι ποῦ· ἤδη γάρ μοι σκότος ἀγνοίας ἀπαντᾷ καὶ ἀπάτη μέλαινα καὶ ἄπειρος πλάνη καὶ ἀτελὴς φαντασία καὶ ἀκατάληπτος ἄνοια. πλὴν τί μέλλω καὶ τὰς ἀτόμους αὐτὰς ἀριθμεῖν, ἐξ ὧν οἱ τοσοῦτοι κόσμοι γεγόνασιν, ἵνα μηδὲν ἀνεξέταστον παραλείπω μάλιστα τῶν οὕτως ἀναγκαίων καὶ ὠφελίμων, ἐξ ὧν οἶκος καὶ πόλις εὐδαιμονεῖ;

Ταῦτα μὲν τοίνυν διεξῆλθον βουλόμενος δεῖξαι τὴν ἐν τοῖς δόγμασιν οὖσαν αὐτῶν ἐναντιότητα καὶ ὡς εἰς ἄπειρον αὐτοῖς καὶ ἀόριστον πρόεισιν ἡ ζήτησις τῶν πραγμάτων καὶ τὸ τέλος αὐτῶν ἀτέκμαρτον καὶ ἄχρηστον, ἔργῳ μηδενὶ προδήλῳ καὶ λόγῳ σαφεῖ βεβαιούμενον.