2
3 Ἔμαθον οὖν καὶ ἐβεβαιώθησαν τὴν ἀνάστασιν τοῦ Ἀδάμ, θεωρήσαντες τὸν κύριον ἐγείραντα τὸν υἱὸν τῆς χήρας· ὡς χήρα γὰρ ἐγένετο ἡ γῆ, ἀποθανόντος τοῦ πρωτοπλάστου αὐτῆς υἱοῦ. Ἰδόντες δὲ αὐτὸν πάλιν ἐγείραντα τὴν θυγατέρα τοῦ ἀρχισυναγώ γου, κατεσοφίσθησαν ὅτι καὶ τὴν Εὔαν μετὰ τοῦ Ἀδὰμ ἐγερεῖ. Πάλιν ἀναστήσαντος <αὐτοῦ> τὸν παῖδα τοῦ ἀλλοφύλου ἑκατον τάρχου, ἐδιδάχθησαν καὶ εἰς τοῦτο ὅτι καὶ τὰ ξένα ἔθνη ἐγερεῖ. Ἰδοὺ τρεῖς διαφοραὶ τῶν νεκρῶν. Ἐγείραντος δὲ τὸν Λάζαρον τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνημείου, τὸν ὑπὸ τεσσάρων στοι χείων συσταθέντα, τὸν ὀζέσαντα, τὸν σαπέντα, τὸν ὑπὸ σκωλή κων κυριευθέντα, ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ταῖς ἐπουρανίοις καὶ τοῖς ἐπιγείοις, ὅτι πᾶσαν τὴν ἐκ τῶν τεσσάρων συσταθεῖσαν ἀνθρωπότητα ἐγερεῖ, κἂν ὤζεσεν ἐν τῇ ἁμαρτίᾳ τῆς παραβάσεως, κἂν ἐσάπη ἐν τῇ ἀσεβείᾳ τῆς εἰδωλολατρείας, κἂν ὡς ὑπὸ σκωλήκων, ὑπὸ δαιμόνων κατεκυριεύθη καὶ ἐζωγρεύθη εἰς τὸ ἐκείνων θέλημα. Ταῦτα οὖν ἰδόντες οἱ ἄγγελοι κρυπτῶς καὶ οἱ ἄνθρωποι φανερῶς ἐξέστησαν, καὶ ἐξεθαμβήθησαν, καὶ ἤρ ξαντο βοᾶν καὶ λέγειν· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» Οὐχ ὡς σημειοφόρον δὲ μόνον ἐπῄνουν, ἀλλὰ καὶ ὡς βασιλέα τὸν αἰχμαλωτίσαντα πᾶσαν τὴν ἀπ' αἰῶνος ὑπὸ τοῦ διαβόλου καὶ τοῦ θανάτου αἰχμαλωτισθεῖσαν αἰχμαλωσίαν. Ἕνεκεν τούτων καὶ τῶν τοιούτων βασιλέα αὐτὸν κηρύττουσιν οἱ θεῖοι προφῆται.
4 Ἐπειδὴ δὲ οἱ προειρημένοι προφῆται ἑστιάτορες τῶν λογι κῶν ψυχῶν ὑπάρχουσι καὶ ὥσπερ οἱ μῆνες τοῦ ἐνιαυτοῦ κατὰ μέρος τρέφουσι τὰ ἀνθρώπινα σώματα, οὕτως καὶ αὐτοὶ κατὰ μέρος ἢ μᾶλλον κοινῶς τρέφουσι κατὰ ἑορτὴν καὶ πάντοτε τὰς ψυχὰς τῶν πιστῶν, καὶ μεθύσκουσι ταῖς θεϊκαῖς διδασκαλίαις χρι στιανούς, καθώς που εἷς ἐξ αὐτῶν φησι· «Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου.» ∆εῦτε ἀκούσωμεν καὶ διηγήσονται ἡμῖν, πάντες οἱ ἀγαπῶντες τὴν βασιλείαν τοῦ κυρίου, τί περὶ αὐτῆς ἡμῖν προφητεύει ὁ μέγας Ζαχαρίας, ὁ ἔνδοξος ἐν προφήταις. Συνίωμεν τί ὁ κῆρυξ εὐαγγελίζεται, προτρέχων τῆς βασιλείας πρὸ πολλοῦ τοῦ χρόνου. ∆εῦτε ἀπολαύσωμεν, ὡς λογικοὶ δαι τύμονες, τὰ διὰ στόματος θεοῦ ἐκπορευόμενα ῥήματα διὰ τοῦ πνευματικοῦ ἑστιάτορος Ζαχαρίου· αὐτῷ γὰρ ἔλαχε θρέψαι ἡμᾶς ἐν τῇ ἑορτῇ ταύτῃ, καθώς φησι ὁ κύριος ὅτι «οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στό ματος θεοῦ.» Ἐπειδὴ γὰρ ἡ λύπη παρὰ τοῖς ἀνθρώποις μισητὴ τυγχάνει, ποθητὴ δὲ ἡ χαρά, ἀπὸ χαρᾶς ἄρχεται βοᾶν λέγων· «Χαῖρε σφόδρα, θύγατερ Σιών». «Χαῖρε σφόδρα», βοᾷ ὁ προ φήτης πρὸς τὴν αἰχμαλωσίαν. «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ.» ∆ιὰ τί «Χαῖρε»; Καὶ διὰ τί «σφόδρα» «τέρπου καὶ εὐφραίνου»; Ὅτι ἥκει ὁ ἐπιστρέφων σε, καθὼς προανεφώνησεν ὁ πατὴρ τοῦ ἐπιστρέφοντός σε βασιλέως λέγων· «Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.»
5 «Χαῖρε,» φησίν, ὅτι ὑποστρέφεις ἐκ τῆς αἰχμαλωσίας τῶν δαιμόνων καὶ τῆς ἐξορίας τοῦ αἰῶνος τούτου εἰς τὴν ἄνω Ἰε ρουσαλήμ, ἣν ἐξεδέχετο ὁ πατήρ σου Ἀβραάμ, καθώς που ὁ μα κάριος ἀπόστολος Παῦλός φησιν· Ὑμεῖς δὲ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων καὶ πνεύμασι δικαίων τετε λειωμένων.» Ὅθεν «ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός», ἔνθα πάντων τῶν δικαίων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Τότε «τέρπου καὶ εὐφραίνου» καὶ «χαῖρε σφόδρα, θύγατερ» ταύτης τῆς Σιὼν δῆλον. «Καὶ διὰ τί», φησίν, «σφόδρα χαρῶ, ὦ προφῆτα»; «Χαῖρε», διότι οὐκέτι ὁ δεινὸς ἐκεῖνος σε αἰχμαλωτεύσει, «σφόδρα» δέ, διότι οὐχ ὡς οἱ λοιποὶ